Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
π(αρὰ)
ἐθαύμασα τὴν σὴν θαυμασιότητα, πῶς συνεχώρησεν Ἀρίῳ τῷ ἐξκέπτορι
τοιαῦτα γράμματα ἀποστεῖλαι πρὸς τὸν ἀβάκτις καὶ ταῦτα τοῦ ἄρχοντος μὴ εἰδότος·
καὶ γὰρ μὰ τὸν θεὸν τὸν παντοκράτορα εἰ οἴδειν(*) ἐλάμβανον
5τὰ δύο χρύσινα τὰ τυπωθέντα
καὶ παρέμενον. φροντίσῃ οὖν ἡ σὴ ἐνάρετος φιλία τοῦ μὴ ἐᾶσαι ζήτημα ἡμῖν
γενέσθαι· σὺν θεῷ γὰρ καὶ ἡμεῖς μετ[ὰ] τῶν ταξεωτῶν ἐπικαταλαμβάνομεν.
vἐθαύμασα τὴν σὴν θαυμασιότητα, πῶς συνεχώρησεν Ἀρίῳ τῷ ἐξκέπτορι