Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἡ] ἀδελφὴ τῶι στρατη[γ]ῶι τοῦ Μεμφίτου κ[αὶ] τῶι φρουράρχωι [καὶ τ]ῶι ἐπισ[τά]τηι
[τ]ῶν φυλα[κιτ]ῶν καὶ ἀρχιφυλακίτηι καὶ τῶι ἐπὶ [τ]ῶν προσόδ[ων] καὶ βασιλι[κ]ῶι
[γρ]αμματεῖ καὶ τοῖς ἐπιστάταις τῶν ἱερ[ῶ]ν καὶ ἀρχιιερεῦσ[ι](*) [καὶ] τοῖς ἄλλοις τοῖς
5[τ]ὰ βασιλικὰ πραγματευομένοις χαίρει[ν]. τῆς δεδομέν[ης] ἡμῖν ἐντεύ-
[ξ]εως ὑπὸ Πετήσιος, περὶ ὧν προφέρεται [π]αρʼ ἕκαστο[ν σ]κύλλεσθ[α]ι
[ὑ]πʼ ἐνίων, ἀντίγραφ[ο]ν ὑπόκειται. γινέσθ[ω ο]ὖν ἕκαστα [κα]θάπερ ἀξιοῖ.
(hand 2) ἔρρωσ[θε. (hand 1) (ἔτους) ιϛ Δίου] κθ Θῶ[υ]θ κθ.
[β]ασιλεῖ Πτο[λεμ]αίωι τῶι κ[α]ὶ Ἀλεξάνδρ[ω]ι θεῶι Φ[ιλομήτορι καὶ βασιλίσσηι Βερενίκηι]
10[τ]ῆι ἀδελ[φ]ῆι θεᾶι Φιλα[δέλ]φωι χαίρειν Πετῆ[σις Χενούφιος ἀρχενταφιαστὴς]
Ὀσοράπιος καὶ Ὀσορομνέ[υ]ιος θεῶν ἀειζώιων(*) με[γίστων. χρείας πλείους κα]ὶ ἀναγκαί[ας]
[π]αρεχόμενος τοῖς προγεγραμμένοις θεοῖς τὰς χ[ε]ῖρ[ας α]ὐτ[οῖ]ς πρ[ο]σφέ[ρων καὶ τ]ὰς ὑπὲρ
[ὑ]μῶν, μέγιστοι θεοὶ κα[ὶ] νικηφόροι, εὐχὰς καὶ θυσία[ς ἐ]πιτελῶ[ν διδόναι ὑμῖ]ν ὑγίειαν
[ν]ίκην κράτος σθένος κυριείαν τῶν [ὑ]πὸ τὸν οὐρ[αν]ὸν χωρῶ[ν, σκυλλόμεν]ος δὲ καὶ
15διασειόμενος παρʼ ἕκαστον εἰκῇ καὶ ὡς ἔτυχεν [ὑ]πό τινω[ν ἐπὶ] τῶν τόπων, τὴν
[ἐ]φʼ ὑμᾶς καταφυγὴν πεποίημαι καὶ ἀξιῶ δεό[μεν]ος ἐὰν [δοκ]ῆι, προστάξαι Φιλοκράτει
τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι ἐγδοῦναι(*) περὶ ἐμ[οῦ] καὶ τῆς οἰ[κία]ς μου ἐντολὴν περι-
έχουσαν μηθενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς αὐτ[ὴ]ν μηδʼ ἐκ [τα]ύτης περισπᾶν
κ[α]τὰ μηδένα τρόπον μηδὲ διασίειν(*) με μηδʼ ἐπιβάλλειν [μοι] τὰς χεῖρα[ς] καί, <ἐὰν δοκῆι>, ἐπʼ αὐτῆς δὲ
20τ[ῆ]ς ο[ἰ]κίας <μου> π[ρ]ο[θ]εῖν[α]ι [ἐν λ]ευκώμα[τ]ι καὶ τῶι [β]ασ[ιλι]κῶι γραμ[μα]τεῖ προσφωνηθῆν[αι],
ἵν[α] τυχὼν τῆς παρʼ ὑ[μ]ῶν φιλ[αν]θρ[ω]πίας [ἐ]πιτελῶι(*) τὰς τῶν θεῶν λε[ι]τουργίας.
——
εὐτ[υ]χεῖτε.