Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
σκαιδεκάτωι(*) μηνὸς Δίου. συγγραφὴ συνοικισίας Ἡρακλείδου καὶ Δημητρίας. λαμβάνει Ἡρακλείδης
Δημητρίαν Κώιαν γυναῖκα γνησίαν παρὰ τοῦ πατρὸς Λεπτίνου Κώιου καὶ τῆς μητρὸς Φιλωτίδος ἐλεύθερος
ἐλευθέραν προσφερομένην εἱματισμὸν(*) καὶ κόσμον (δραχμῶν) Α, παρεχέτω δὲ Ἡρακλείδης Δημητρίαι
5ὅσα προσήκει γυναικὶ ἐλευθέραι πάντα, εἶναι δὲ ἡμᾶς κατὰ ταυτὸ(*) ὅπου ἂν δοκῆι ἄριστον εἶναι βουλευομένοις κοινῆι
βουλῆι Λεπτίνηι καὶ Ἡρακλείδηι. εἰὰν(*) δέ τι κακοτεχνοῦσα ἁλίσκηται ⟦ἁλίσκηται⟧ ἐπὶ αἰσχύνηι τοῦ ἀνδρὸς Ἡρακλείδου Δημητρία,
στερέσθω ὧμ(*) προσηνέγκατο πάντων. ἐπιδειξάτω δὲ Ἡρακλείδης ὅτι ἂν ἐγκαλῆι Δημητρίαι ἐναντίον ἀνδρῶν τριῶν,
οὓς ἂν δοκιμάζωσιν ἀμφότεροι. μὴ ἐξέστω δὲ Ἡρακλείδηι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐφ᾽ ὕβρει Δημητρίας μηδὲ
τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδὲ κακοτεχνεῖν μηδὲν παρευρέσει μηδεμιᾶι Ἡρακλείδην εἰς Δημητρίαν·
10εἰὰν(*) δέ τι ποῶν(*) τούτων ἁλίσκηται Ἡρακλείδης καὶ ἐπιδείξηι Δημητρία ἐναντίον ἀνδρῶν τριῶν , οὓς ἂν δοκιμάζωσιν
ἀμφότεροι, ἀποδότω Ἡρακλείδης Δημητρίαι τὴμ(*) φερνὴν ἣν προσηνέγκατο (δραχμῶν) Α, καὶ προσαποτεισάτω ἀργυρί-
ου Ἀλεξανδρείου (δραχμὰς) Α. ἡ δὲ πρᾶξις ἔστω καθάπερ ἐγ(*) δίκης κατὰ νόμον τέλος ἐχούσης Δημητρίαι καὶ τοῖς μετὰ
Δημητρίας πράσσουσιν ἔκ τε αὐτοῦ Ἡρακλείδου καὶ τῶν Ἡρακλείδου πάντων καὶ ἐγγαίων καὶ ναυτικῶν. ἡ δὲ συγγραφὴ
ἥδε κυρία ἔστω πάντηι πάντως ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου, ὅπου ἂν ἐπεγφέρηι Ἡρακλείδης κατὰ
15Δημητρίας ἢ Δημητρία τε καὶ τοὶ(*) μετὰ Δημητρίας πράσσοντες ἐπεγφέρωσιν κατὰ Ἡρακλείδου. κύριοι δὲ ἔστωσαν(*) Ἡρακλεί-
δης καὶ Δημητρία καὶ τὰς συγγραφὰς αὐτοὶ τὰς αὑτῶν φυλάσσοντες καὶ ἐπεγφέροντες κατ᾽ ἀλληλως(*). μαρτερες
Κλέων Γελῶιος, Ἀντικράτης Τημνίτης, Λῦσις Τημνίτης, Διονύσιος Τημνίτης, Ἀριστόμαχος Κυρηναῖος, Ἀριστόδικος
Κῶιος.
(seal) (seal) (seal) (seal)