Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεύοντος Πτολεμαίου (ἔτους) μ μηνὸς Γορπιαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λαάγου. συγγρα-
φὴ καὶ ὁμολογία. τάδε διέθετο Διονύσιος Τημνίτης Καλλίσται Τημνίτει τῆι αὑτοῦ γυναι-
κί. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλείπειν τὰ ὑπάρχοντα αὑτοῦ πάντα Καλλίσται καὶ κυρίαν
εἶναι τῶν ὑπαρχόντων πάντων μέχρι ἂν ζῆι. ἐὰν δέ τι πάσχηι Καλλίστα Διονυσίου ζῶντος,
5κύριον εἶναι Διονύσιον τῶν ὑπαρχόντων. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλειπέτω τὰ ὑπάρχοντα
πᾶσιν τοῖς υἱοῖς τοῖς αὑτοῦ, κατὰ ταὐτὰ(*) δὲ καὶ Καλλίστα ἐάν τι πάσχηι, καταλειπέτω τὰ ὑ-
πάρχοντα πᾶσι τοῖς υἱοῖς πλὴν τῶν μερῶν, ὧν ἂν λαμβάνωσι παρὰ Διονυσίου καὶ Καλλίστας ἐργαζό-
μενοι Βάκχιος Ἡρακλείδης Μητρόδωρος τοῦ πατρὸς ζῶντος καὶ τῆς μητρός. γημάντων δὲ καὶ κα-
ταχωρισθέντων Βακχίου Ἡρακλείδου Μητροδώρου ἔστω τὰ ὑπάρχοντα τὰ Διονυσίου καὶ Καλλίσ-
10τας κοινὰ πάντων τῶν υἱῶν· ἐὰν δέ τι ἐξαπορῶνται ἢ χρέος ὀφείλωσιν Διονύσιος ἢ Καλλίστα ζῶντες
τρεφέτωσαν αὐτοὺς οἱ υἱεῖς πάντες κοινῆι καὶ συναποτινέτωσαν τὰ χρέα πάντες. ἐὰν δέ τις αὐτῶν
μὴ θέληι ἢ τράφειν(*) ἢ συναποτίνειν ἢ μὴ συνθάπτωσιν, ἀποτεισάτω ἀργυρίου δραχμὰς χιλίας
καὶ ἡ πρᾶξις ἔστω ἐκ τοῦ ἀτακτοῦντος καὶ μὴ ποιοῦντος κατὰ τὰ γεγραμμένα. ἐὰν δέ
καταλείπωσιν Διονύσιος ἢ Καλλίστα χρέος τι, ἐξέστω τοῖς υἱοῖς μὴ ἐμβατεύειν, ἐὰμ μὴ βούλων-
15ται τελευτήσαντος Διονυσίου καὶ Καλλίστας. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως,
ὅπου ἂν ἐπιφέρηται ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου. τὴν δὲ συγγραφὴν ἑκόντες ἔθεν-
το παρὰ συγγρα<φο>φύλα<κα> Ἡράκλειτον. μάρτυρες Πολυκράτης Ἀρκάς, Ἀνδροσθένης Κῶιος,
Νουμήνιος Κρής, Σιμωνίδης Μαρωνίτης, Λῦσις Ἡράκλειτος Τημνῖται.
vφὴ καὶ ὁμολογία. τάδε διέθετο Διονύσιος Τημνίτης Καλλίσται Τημνίτει τῆι αὑτοῦ γυναι-