Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

Datensatz 1 von 1 Suchtreffern (Gesamt: 63012)

BGU VIII 1738 TM Nr. 4820

Eid über eine Umbuchungshomologie

Herakleopolis 72 v.Chr., 1. Okt.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 28; XII, S. 20/21 BL online
Bemerkungen Ende der Zeilen 22-23: P.Bingen 53. Zu Z. 32 vgl. BGU XX 2843,12-14 Anm. Zu Z. 21 vgl. P.Monts. Roca IV 76,10 Anm.
Inhalt Eid, Vertrag, Parachoresis, Land, Kleruche
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
κβ̣ Χαιρήμων καὶ ἄ̣λ̣(λος) Ἀπολλωνιου(*) χ(ει)ρ(ογραφία).
ἔτους δεκάτου μηνὸς Δίου Θω̣ὺ̣θ δευτέρᾳ καὶ εἰκάδι ἐν Ἡρακλέ-
ους πόλει τῆι ὑπὲρ Μέμφι̣[ν. ὀμ]νύομε̣ν [β]ασιλέα Π̣τ[ο]λεμαῖον
καὶ βασίλισσαν Κλεοπάτρα[ν τὴ]ν κα[ὶ Τρύφαι]ν̣αν θεοὺς Φιλοπά-
5τορας καὶ Φι̣[λ]αδέλφους καὶ [θεὰ]ν Φιλο[μήτο]ρα καὶ θεὸν Σωτῆρα
καὶ θεὰν Εὐ[έρ]γετιν καὶ θεὸν Εὐεργέτη[ν] καὶ θεὸν Νέον Φιλο-
πάτορα καὶ θ̣εὸν Εὐ̣π̣άτορα κ̣α̣ὶ̣ θ̣εοὺς Ἐπιφ̣α̣νεῖς καὶ θεο[ὺ]ς
Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς
Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους [θ]εοὺς [πάντας]
10καὶ πάσας
——
Χαιρήμων Ἡρακλείδου Μακεδὼν τῶν κατοί[κων ἱππέων]
καὶ ὁ υἱὸς Ἡρακλείδης Μακεδὼν [δ]ιάδ[οχος τοῦ πατρικοῦ]
κλήρου Ἀπολλωνίῳ Εὐβούλ[ου Μακεδόνι τῶν κατοίκων]
ἱππέων ἐμμενεῖν καὶ ποιήσ[ειν σοί τε καὶ τοῖς παρὰ σοῦ]
15πάντα τὰ κατὰ τὴν τοῦ ὁμ̣ο̣λ̣ο̣γ̣ί̣[ου συγγραφὴν ἣν τεθεί-]
μεθά σοι διὰ τοῦ αὐτοῦ ἀγορ[α]νο[μίου ἅμα τῆι χειρογραφίαι]
ταύτηι ἀναφ̣ε̣ρ̣[ομέ]νηι, καθʼ ἣ[ν ἀνωμολογήμεθα ὁ μὲν]
ἡμῶν Χαιρήμω[ν τ]ο̣ῦ̣ ὑ̣π̣ά̣ρ̣χ̣[οντος αὐτῶι περὶ   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]
σταθμοῦ τό̣πω[ν   ̣  ̣  ̣  ̣  ̣ εὐδοκεῖν τῇ μετεπιγραφῇ],
20τὸν δὲ ἕτερον συνευ̣[δ]οκεῖν [τῆι παραχωρήσει] κ̣[αὶ πᾶσιν ἃ]
δηλοῦνται διὰ τῆς̣ συγγραφ[ῆς, καὶ μηδὲ παρ]α̣[σ]υ̣γ̣[γρα-]
φήσειν μηδὲ κακοτεχν[ήσ]ε̣ιν τ[ι τῶν] δ̣ιὰ τῆς σ[υγγρα-]
φῆς ἢ τῶν ἐν τῇ χειρογραφίᾳ ταύτῃ [γεγρ]αμμένων
μήτε κρίσιν μηδὲ δίκην μηδέν[α ἡμῶν γράφεσ-]
25θαί σοι μηδὲ τοῖς παρὰ σοῦ ἐπὶ μη̣[δενὸ]ς ἄρ[χ]οντο[ς]
μηδʼ ἐπὶ κριτηρίου περί τινος ἁπλῶς τῶν κατὰ τοὺς
τόπους. ἐὰν δέ τι παραβαίνωμεν τῶν διὰ τῆς συγγραφῆς
ἢ τῶν ἐν τῆι χειρογραφίᾳ ταύτῃ γεγραμμένων, ἡ μὲν
πα[ρα]χώρησις κυρία ἔστω καὶ ἡ πρᾶξις ἔστω σοί τε καὶ
30τοῖς παρὰ σοῦ τῶν καθʼ ἡμῶν ἐπιτείμων(*) ἀκ[ο]λ̣ού-
θως τῆι συγγραφῆι, αὐτοὶ δʼ ἔνοχοι εἴημεν τῷ̣ ὅ̣ρ̣[κῳ]
ὁπηνίκʼ ἂν εὐθ̣υνθῶμεν.
——
v
Χ[α]ιρήμων
Ἀ[πο]λλωνί[ωι] χ(ει)ρ(ογραφία)
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar