Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Θεσμοφόρου καὶ το[ῖς σὺν αὐτῶι φυλακί-]
ταις παρὰ Πορεγέ̣[βθιος τοῦ ̣ ̣ ̣ ̣ ̣ παστο-]
φόρου καὶ ἰσιονόμ[ου ἀπὸ τῆς αὐτῆς]
5κώμης. τῆι ιε τοῦ [ἐνεστῶτος μηνὸς]
θυσιάζοντος ἐμο[ῦ ἐν τῶι ἐνθάδε Ἰσιεί(?)-]
ωι ὑπέρ τε τοῦ β[ασιλέως καὶ τῆς βασι-]
λίσσης καὶ τῶν [τούτων τέκνων καὶ]
προγόνων, οὐδ[εμιᾶς οὔσης πρὸς ἐμὲ]
10μέμψεως, ε̣π̣ο̣[- ca.18 -]
Περῦτις Περύτ[ιος - ca.14 - ἐ-]
μαστίγου καὶ τ[- ca.18 -]
ἀφείλετο καὶ τὴ[ν - ca.17 -]
ἐμοῦ δὲ βοήσαν[τος ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ὁ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
15μου Παποντῶς, [οἱ δὲ - ca.14 -]
ἐξέσπασαν ἐκ τ̣[ ̣] ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ καὶ πληγάς]
μοι πλείους ἐνέκοψαν κ̣[α]ὶ̣ τὸ̣ ἀ̣[ντικνή-]
μιόν μ[ο]υ̣ ἐτραυμάτισαν καὶ [τὴν]
ὄψιν ἔτ̣[υπτ]ον καὶ ᾤχοντο ἔχοντες
20τὸ μέλι̣ [τε κα]ὶ̣ τὸ ὀθόνιον ἄξιον (δραχμῶν) Β,
καὶ μάρ̣σ̣[ιππ]ο̣ν ἐν ὧι ἐνῆν χαλκοῦ (δραχμαὶ) σκη,
καὶ τὸν βωμὸν <τὸν> χαλκοῦν καὶ τὸ κόνδυ
ἃ τῆι ιϛ ἐκομισάμην παρὰ τῶν
ἰσιονόμων. ἐπιδίδωμί σοι ὅπως
25ἐξαποστείληις τούς {τε} διαπεπρα-
γμένους ἐπὶ Μελέαγρον τὸν ἐπιστά-
την τῶν φυλακιτῶν ὅπως γενομέ-
νης τῆ[ς πρὸς] αὐτοὺς ἐπ̣[ισ]κ̣[έ]ψεω[ς]
τύχωσ[ι τῆς] ἁρμοζούση[ς ἐπιπλή-]
30ξεως, [ἐγὼ δὲ ἀνα]κομίσω[μαι τὰ δεδη-]
λ̣ω̣[μένα. τούτ]ο̣υ γὰρ γ̣ε[νομένου]
̣ ̣ ̣[ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --