Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Εὐφράνωρ Λαμέδων Ἑρμολάωι χαίρειν. τὴν δ[ιάθεσιν τῶν λιβανωτικῶν]
φορτίων τοῦ Ἀφροδιτοπολίτου καὶ τὴν τοῦ μύ̣ρ̣ο̣υ̣ τ̣[ετά]ρ̣τη̣[ν καὶ τὰ σ]υ̣γ-
κύροντα τούτοις καθεστήκαμεν πραγματευσόμενον Θοτορτ̣[αῖο]ν̣
τὸν ἀποδιδόντα σοι τὴν ἐπιστολήν. καλῶς οὖν ποιήσεις συντάξα[ς]
5τοῖς παρὰ σοῦ μηθὲν ἄνευ τούτου οἰκονομεῖν τῶν κατὰ τὰς ὠνὰς ταύτ[ας]
καὶ τὰ λοιπὰ συναντιλαμβανόμενος αὐτοῦ εἰς ὃ ἐάν σοι παρακαλῆι τ[ῶν]
πρὸς τὴν πρᾶξιν χρησίμων ὅπως δύνηται ἀπροφασίστως τὰ δίκαια ποιεῖ[ν]
τῶι βασιλεῖ. ἔρρωσο. (ἔτους) λη, Ἁθὺρ α.
vφορτίων τοῦ Ἀφροδιτοπολίτου καὶ τὴν τοῦ μύ̣ρ̣ο̣υ̣ τ̣[ετά]ρ̣τη̣[ν καὶ τὰ σ]υ̣γ-