Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

PSI X 1098 TM Nr. 5579

Affitto di terreno

Tebtynis (Arsinoites) 51 v.Chr., 29. Aug.
Material Papyrus
Inhalt Vertrag, Pacht, Land
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
int
ἔτους α, Μεσορὴ κθ. ἐμίσθ(ωσεν) Ἀρίστων Πύρρου τῶ(ν) Χομή(νιος) κλη(ρούχων) ἱππέων Σωκράτηι Πτολεμαίου καὶ Φανή[σι]
Παλῶτο̣ς̣ γῆς [(ἀρούρας)] γ περὶ Τεβτ(ῦνιν) εἰς τὸ β (ἔτος) ἐκφορίου (πυροῦ ἀρταβῶν) κζ καὶ ἀπέχει Ἀρ̣ί̣σ̣τ̣(ων) (πυροῦ ἀρτάβας) ιε.
ext
βασιλευούσ̣[ης Κλε]οπάτρας θεᾶς φιλοπάτορος ἔτους πρώτου, ἐφʼ ἱερέως̣ Ἀλεξάνδρου καὶ τῶν
ἄλλων τῶν [γρ]αφομένων ἐν Ἀλεξανδρείᾳ, μηνὸς Ὑπερβερετα[ίου] ἐ̣νάτηι καὶ εἰκάδι
5Μεσορὴι ἐν̣[άτ]ηι καὶ εἰκάδι, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου
νομοῦ. ἐ[μίσ]θωσεν Ἀρίστων Πύρρου τῶν διὰ Χομήνιος κληρούχων ἱππέων
Σωκράτη[ι Π]το[λ]ε̣μαίου και Φανήσι Παλῶτος, οι(*) δύο(*) Περσαι(*) τῆς ἐπειγ[ονῆ]ς(*), ἀπὸ τοῦ [ὄν-]
τος αὐτῶι κλήρου γῆς ἀρούρας τρῖς(*) περὶ τὴν προγεγραμ[μέν]η[ν κώμην Τεβτῦνιν],
ὧν γείτον[ες] νότου διῶρυξ, βορρᾶ Πτολεμαίου κλῆρος, [λι]β̣ὸ̣ς̣ δ̣ι̣ῶ̣ρ̣υ̣ξ, [ἀπηλιώτου]
10φυλακιτι[  ̣]ο̣ς κλῆρος. ἡ μίσθωσις ἥδε εἰς ἐνιαυτὸν ἕνα εἰς τὸ δεύτερον ἔτο[ς],
ἐκφορίου [τοῦ] παντὸς πυρῶν ἀρτάβας(*) εἰκουσιεπτὰ(*) ἄνευ σπέρματος ἀκινδ̣ύ̣-
νον(*) παν[τὸς] κινδύνου καὶ ἀνυπολόγον(*) πάσης φθορᾶς πλὴν ἀβρόχου ἢ καταβρόχου,
ἥτις ἐὰν [γέ]ν̣ηται ἐν τῆι γῆι ταύτηι ἕως Ἁθὺρ τριακάδος, τῆς δὲ γενομένης
ὑπόλογο[ς ἔ]στω̣ι̣(*) ἐκ τῶν προκειμένων ἐκφορίων κατὰ λόγον τῆς ἀροχίας(*)
15ἕκαστον. καὶ ἀπέχει Ἀρίστων παρὰ τῶν προκειμένων ἀπὸ τῶν ἐκφορί̣ω̣ν̣
πυρῶν [ἀρτ]ά̣β̣ας δεκαπέντε . βεβαιούτωι(*) δὲ Ἀρίστων τοῖς μεμισθωμένοις
τὴν μί[σθ]ωσιν ταύτην ἐπεὶ(*) τὸν συγγεγραμμένον χρόνον ἀπό τε βασιλικῶ[ν]
καὶ ἰδι[ωτι]κῶν ὀφειλημάτων πάντων. ἐὰν δὲ μὴι(*) βεβαιοῖ καθὰ γέγραπτα̣ι̣,
ἀποτει[σά]τωι(*) Ἀρίστων τοῖς μεμισθομένοις(*) ἃς ἔχει παρʼ αὐτου(*) σὺ[ν ἡ]μ̣ιο̣-
20λίᾳ καὶ [ἐπ]είτειμον(*) χαλκοῦ τάλαντα εἴκουσι(*) καὶ τὸ βλάβος. βεβαιουμέ[νης]
δὲ τῆς μ[ισ]θώσεως μηθὲν παρασυγ̣γραφοῦντος ἀποδότωισαν(*) αὐτοὶ
οἱ μεμ[ισ]θω̣μένοι Ἀρίστωνι τὰ λοιπὰ τῶν ἐκφορίων ἐν μηνὶ Παῦνι
τοῦ δευ[τέρου] ἔτ[ου]ς καταστήισαντες(*) τοῖς ἰδίοις ἀνηλώμασιν εἰς τὴν
π[ρ]ογεγρ[αμμ]ένην [κώ]μην Τεβτῦνειν οὗ ἐὰν Ἀρίστων συντασσηται(*) πυρὸν
25νέον κ[αθ]αρὸν καὶ ἄδολον ἀπὸ πάντων, μ[έ]τρωι τῶι τῆς κώμης τετραχοι-
νίκωι δ[ρόμ]ωι μετρησιν(*) δικαίᾳ. ἧς δʼ ἂν ἀρτάβης μὴ ἀποδῶσιν καθὰ
γέγραπ[ται, ἀ]ποτεισάτωισαν(*) αὐτοὶ οἱ προγεγραμμένοι Ἀρίστωνι ἑκάσ-
της ἀρ[τάβ]ης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν ἐσομένην πλείστην
τούτου [τιμὴ]ν ἐν τῆι <τῆς> αὐτηι(*) κωμηι(*) ἀγορᾷ(*). ἐὰν δέ τει(*) πραχθῶσιν οἱ με-
30μισθω̣[μέν]ο̣ι̣ ὑπὲρ τῆς γῆς ταύτης ἢ ὑπὲρ αὐτοῦ Ἀρίστωιτος(*) εἰς τὸ βα-
σιλικ[ὸν] ἢ ἰδιωτεικὸν(*) ἢ ἄλλην τινὰ εἰσφοράν, ἐπειδειξά̣τωισαν(*) σύ[μ-]
βολον [ὁ]μ̣όλογον, καὶ ὑπολογείτωι(*) ἐ̣κ̣ τῶν προκειμένων ἐκφορίω̣ν̣.
ἐὰν δ̣[ὲ μ]ὴ ἐκποιῶσιν ὥστε κομίσασθαι, ἐξεῖναι αὐτοῖς, ἐὰν αἱρῶνται̣,
[ἐ]πειγ[ε]ω̣ργεῖν(*) τὴν αὐτὴν γῆν εἰς τὸν μετὰ ταυτα(*) τῆς(*) μισθωσεως(*)
35χ̣ρό[νον], ἕως ταῦτα ἑαυτῶν ἐκ πλήρους πάντα κομίσονται(*) μετὰ τ̣[ῶ](ν)
κ̣α̣θη[κό]ν̣των ἐ̣[κ]φορί̣ω̣ν, τοῦ μὲν σιτ̣ι̣κ[οῦ] σ̣ὺ̣ν ἡμιολίᾳ, τοῦ δὲ
χαλκ  ̣[  ̣  ̣  ̣]  ̣ον ἀνὰ τῆς ἀρτάβης χαλκοῦ δραχμὰς ἑξακοσίας . ἐὰν δὲ
ἐπειλ̣[εί]πωνται(*) ἐκφορίου, ἑκάστης ἀρού[ρ]ας πυρῶν ἀρτάβας τρῖς(*) .
ἡ συγγρ[αφ]ὴ κυρία. μάρτυρες Πτολεμαῖος Π̣τολεμαίου, Ἀκουσίλαος
40Μάρω[νο]ς, Νικίας Ἀπολλωνίου, οἱ τρῖς(*) Μακεδόνες· Ἀπολλώνιος̣
Μ̣εν̣ν̣[  ̣  ̣  ̣], Ἀνίκητος [Πτολ]εμαίου, Κόνων Κόνωνος, οἱ τρῖς(*) τῶν κ[α-]
τοίκω[ν ἱ]ππέων.
——
(hand 2) Ἀρίστων Πύ̣ρ̣ρο̣υ τῶν διὰ Χομήνιος κλ[η]ρ[ο]ύχων ἱππέων μεμίσθ̣(ωκα)
ἀπὸ τοῦ [ὑπ]άρχοντός μοι κ[λ]ήρου γῆς ἀ̣[ρούρ]ας τρῖς(*) περ̣ὶ̣ Τεβ[τῦνιν εἰς]
45τ̣ὸ τεύτερ̣[ον](*) ἔτος ἐκφορίου τοῦ πα[ντὸς πυροῦ] ἀρτ[αβῶν] εἰκο[σιεπτά]
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar