Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[- ca.16 -]ν καὶ Θοῶνιν Πετώυτος τῶν [ ̣ ̣ ̣ ̣ ̣ ̣ νεκρο]τάφω̣[ν] α̣[ -ca.?- ]
[- ca.14 -] ̣σει ἦσαν πάντες οἱ ἐκ τοῦ ἔθνους νεκροτ̣[άφοι τε]θ̣ειμένοι Αἰγυπτίαν συγγραφὴν
[ἀναγραφεῖσ]α̣ν̣ [τῶ]ι̣ ιθ (ἔτει) Φαμενὼθ θ διὰ τοῦ ἐν τ̣ῆ̣[ι αὐτῆι] πόλει γραφίου(*) περὶ ἀποδιαστολῆς
5[τ]ῶ̣ν̣ [ὑπʼ αὐτ]ῶ̣ν̣ σ̣[υμ]φωνηθέντων μερισμῶν διʼ ἧς ἐπάναγ̣κες τὸν παραβησόμενον ἢ ἀντι-
ποιησόμεν[ο]ν τῶν ἀποδιεσταλμένων ἑκάστωι ἀποτεῖσαι τῶι ἔθνει ἐπίτιμον χαλκοῦ
νομίσματ[ος ̣ ̣] ̣ ̣ καὶ εἰς τὸ βασιλικὸν τὰ ἴσα. ταῦτα δὲ καὶ ἕτερα τῆς συγγραφῆς περιεχούσης,
τοῦ δὲ ὑπ[ομνή]ματος δηλοῦντος τοὺς περὶ τὸν Π[ε]τοσεῖριν καὶ Παρεῖν παρʼ οὐδὲν ἡγησαμένους
τὰ διωρισ[μένα] ἀ̣π̣ενηνέχθαι αὐτῶν ἀπογεγονότα πλείονα σώματα ὧν τὸ καθʼ ἓν ἐπὶ τῆς
10[ἐ]σομένης [διεξα]γωγῆς σημανθήσεται, καὶ ἠξίουν συντάξαι καταστῆσαι τοὺς ἐγκαλουμένους
[κ]αὶ ἐπαναγκάσαι αὐτοὺς συνεχομένους ἀποδοῦναι αὐτοῖς τὰ διωρισμένα ἐπίτιμα καὶ τὰ̓́λλα(*)
[τ]ὰ̣ εἰς τὸ βασι[λι]κόν, τυχεῖν δʼ αὐτοὺς ὧν προσήκει. τούτων δʼ ὄντων καὶ τῶν περὶ τὸν Πετοσεῖριν
13[ ̣ ̣ ̣ ̣ ̣]φ̣ ̣ ̣ ̣ ̣[ ̣ ̣ ̣] ̣ ̣ ̣[ ̣ ̣ ̣].α̣νε̣κ̣ ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ν̣ ̣ ̣ ̣ ̣[ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣[ -ca.?- ]
τοὺς ἐγκαλουμένους λ̣ε̣λ̣ο̣ι̣πότας καὶ παντάπασιν πεφυγοδικηκότας, τοὺς δὲ τ[ὴ]ν̣
15ἔγκλησιν πεποιημένους ἐπὶ πλεῖον ὑπὸ τῶν ἀντιδίκων π[ε]ριεσπασμένους [τῆι]
πολυχρονίωι καταφθορᾶι, συνεκρίναμεν τὰς διὰ τῆς τεθειμένης ὑπὸ τ[ούτων]
ἑκουσίως πρὸς ἀλλήλους Αἰγυπτίας συγγραφᾶς(*) διαστολὰς καὶ τἆλλα(*) τὰ διʼ αὐτῆ[ς δι-]
ωρισμένα μένειν κύρια καὶ ἀπαράβατα, καθότι καὶ ἔστιν.
(hand 2) ἀνέγνωσται. (ἔτους) ιδ Μεχεὶρ κδ.