Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 1) [ἔτους β ̣ Φ]αῶφι ζ ἐν Ἡρακλέους πόλει τῆ̣[ι ὑπὲρ Μέμφιν, ἐπὶ τοῦ δεῖνος συγγενοῦς]
κ̣α̣ὶ̣ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων vac. ? [καταστάντος τοῦ ἐπι-]
δόντος ὑπόμνημα Ἰμούθου τοῦ προστατοῦντο̣ς̣ [τοῦ δεῖνος καὶ τῶν τούτου]
5υἱῶν καὶ διὰ τούτου προενεγκαμένου ὑπάρχειν τοῖς προγεγρ[αμμέν]ο̣ις π̣[ερὶ Βουσῖριν]
ἐκ τοῦ Φίδωνος φυλακιτικὸν κλῆρον ἀρουρῶν ι, ὧν καὶ τὰ καθήκ[οντ]α βασιλικὰ τοῦ κα (ἔτους)
αὐτὸν τετάχθαι, περὶ δὲ τὸν Μεσορὴ μῆνα τοῦ αὐτοῦ ἔτους συ[σχ]εθέντος καὶ μείναν[τος]
ἕως Ἐπεὶφ τοῦ κβ (ἔτους) ἐν τῆι εἱρκτῆι Θεμίσωνα τῶν καταγινομένων ἐν τῆι Βουσίρει κατα-
γνόντα βιαίως ἐμβεβατευκέναι ἐν τῶι κβ (ἔτει) καὶ κατεσπαρκέναι τὸν δηλούμενον κλῆρον
10καὶ τὰ γενήματα ἀπενηνέχθαι, διεθέντος δʼ αὐτοῦ καὶ λογοποιησαμένου περὶ τῶν ἐκφο-
ρίων τὸν Θεμίσωνα στήσαντα ἐκτείσειν μηδεμίαν ἐπιστροφὴν πεποιῆσθαι τῆς ἀπο-
δόσεως ἀλλὰ καὶ τῶι αὐτῶι τρόπωι χρησάμενον ἐν τῶι κγ (ἔτει) κατεσπαρκέναι τὸ ἔδαφος,
ἑαυτοῦ σωματικῆι ἀσθενείαι κατεχομέν[ου] ἀξιοῦντός τε τοῦ σπόρου ἀθίκτου ὄ̣ν[τος]
γραφῆναι τῶι ἀρχιφυλακίτηι Νεάρχωι π̣[ρᾶ]ξ̣α̣ι̣ τὸν Θεμίσωνα τὰ ἐκφόρια [τοῦ ̣ ̣ (ἔτους)]
15ἐκ δεκαρτάβου κατὰ τὸν τῶν ἐμβατευόν[των] νόμ̣[ον ̣]ε̣ ̣ ̣ ̣ ̣ εἰς τὰ ἐ̣δ̣ά̣φ̣[η]
Traces [ -ca.?- ] τῶι Θεμί[σωνι]
-- -- -- -- -- -- -- -- -- --