Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
-- -- -- -- -- -- -- -- -- --
1[1 line missing]
2[τ]ῶ̣ν̣ ὑπαρχ̣[όντ]ων̣ αὐ̣[τοῖς· τὰ δὲ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ̓́λλα(*) ὅσα προσήκει γυναικὶ]
[γ]α̣μετῆι παρεχέ̣τω Μενεκράτης Ἀρ[σ]ι̣ν[ό]ηι̣ [ἐνδ]η̣μ̣[ῶν καὶ ἀ]π[οδημῶν κατ]ὰ̣ δ̣[ύναμιν τῶν ὑπαρχόντων.]
[κα]ὶ̣ μὴ ἐξέστω Μενεκράτει γυναῖκʼ ἄλλην ἐπ̣ε̣ι̣σ̣ά̣γεσθαι ἐπ̣ʼ Ἀ̣ρσινόην μηδὲ παλ[λακ]ὴν μ[ηδὲ π]α̣ι̣δ̣[ικὸν]
5[ἔχ]ειν μηδὲ τεκ̣νοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς ζώσης Ἀρσινόης μηδʼ ἄλλην οἰκίαν οἰκ[εῖν ἧς ο]ὐ κυριεύ-
[σει] Ἀρσινόη, μηδ̣ʼ ἐγβάλλειν(*) μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν̣ αὐτὴν μηδὲ τῶν ὑπαρχ̣ό̣ντων μηθὲν
[ἐξα]λλοτριοῦν ἄ̣νευ τοῦ ἐπιγραφῆναι τὴν Ἀρσινόην βεβαιώτριαν. ἐὰν δέ τι τούτων ἐπιδειχθῆι
π̣οιῶν ἢ τὰ δέοντα ἢ τὸν ἱματισμὸν ἢ τὰ̓́λλα(*) μὴ παρέχηι αὐτωι(*) καθὰ γέγραπται, ἀποτεισάτω Μενεκρά-
τ̣η̣ς Ἀρσινόηι παραχρῆμα τὴν φερνὴν ἡμιόλιον. κατὰ τὰ αὐτὰ δὲ μηδὲ Ἀρσινόηι ἐξέστω ἀπόκοιτον
10μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆ̣ς Μενεκράτου οἰκίας ἄνευ τῆς Μενεκράτου γνώμης μηδʼ ἄλλωι
ἀνδρὶ συνεῖν̣α̣ι̣ μηδὲ φθείρειν τὸν κοινὸν οἶκον μηδ̣ʼ α̣[ἰσ]χύνειν Μενεκράτην ὅσα φέρει ἀνδρὶ αἰσχύ-
νην. ἐὰν δὲ Ἀρ̣σινόη ἑκοῦσα βούληται ἀπαλλάσσεσθαι ἀ[πὸ Μ]ενεκράτου, ἀπ̣οδοὺς αὐτῆι Μενεκράτης
τὴν φερνὴν ἁπλῆν ἀφʼ ἧς ἂν ἡμέρας ἀπαιτηθῆι [ἐν] ἡμέραις̣ ξ ἀποπεμψάτω αὐτήν.
ἐὰν δὲ μὴ ἀπο̣δῶι καθὰ γέγραπται, ἀποτε[ι]σάτω π̣[αραχ]ρῆμα ἡμι[ό]λιον. εἴη μὲν ὑγίεια·
15ἐὰν δέ τις α̣ὐ̣τῶ̣ν ἀνθρώπινόν τι πάθῃ καὶ τελευτή̣σ̣[ηι], ἔστω τὰ καταλειπόμενα ὑπάρχοντα
τοῦ ζῶντος αὐτῶν καὶ τῶν τέκνων τῶν ἐσομένων αὐτοῖς ἐξ ἀ[λ]λήλων. μὴ ὄντων
δʼ αὐτοῖς τέκνων ἐξ ἀλλήλων ἢ καὶ γενομένων καὶ τούτ̣ων ἀπογενομένων πρὸ τοῦ
ἐν ἡλικίαι γενέσθαι ἤτοι ἀμφοτέρων περιόντων ἢ καὶ μετὰ τὴν ὁποτερουοῦν αὐτῶν
τελευτήν, ἐὰν μὲν Ἀρσινόη προτέρα τι πάθῃ, ἀποδότω Μενεκράτης τὴν φερνὴν πᾶσαν
20Ὀλ̣υ̣μπι[ά]δι̣ τ̣ῆ̣ι̣ μ̣ητρὶ αὐτῆς, ἐὰν ζῆι, εἰ δὲ μή, τοῖς ἔγ̣γιστα γένει οὖσι αὐτῆς Ἀρσινόης
[- ca.25 -] ̣ ̣[ ̣ ̣ ̣] ̣ ἐὰ̣ν δὲ μ̣ὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα
[ -ca.?- ] ̣
-- -- -- -- -- -- -- -- -- --
v1[1 line missing]