Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
† τὸν σταβλίτην παραδ̣[έ]δ̣[ω]κ̣[α] τοῖς ἀνασκάφοις νεωτέροις ἵνα ἵππον ὃν ἔλαβαν
δώσωσιν αὐτῷ καὶ ἐπανέλ[θῃ ̣ ̣]μ̣η ἐνέγκας αὐτω(*), καὶ νομίζω ὅτι τὸ μυστάριν ἤδη
ἐσ̣κότ̣ωσεν κἀκείνους(*). καταξιώσῃ οὖν πάντως πρὸ τοῦ τὰ ὕδατα κατακρατήσωσιν
τὴν γῆν πέμψαι μοι αὐτόν, ἐπεί, ζῇ κύριος, ἐὰν συμβῇ αὐτῷ τί ποτε, παρέχεις
5τὴν τιμὴν αὐτοῦ. ἀπόλυσον δὲ πάντως̣ Σερῆνον τὸν χαρτ[ο]υλάριον καὶ τὸν ῥιπάριον
καὶ τὸν μειζότερον, οὐδὲ γὰρ θέλω σε τοι[ο]ῦτό τί π̣[ο]τε̣ διαπράξασθαι. ἐδε̣χ̣ό̣μ̣ην \γ̣ὰ̣ρ̣/
κἀγὼ(*) τοὺς ἐρχομένους ἀπὸ Κυνῶν εἰς Ὀξυρύγχον(*) ποιῆσαι μηδὲ φανῆναι
καὶ ὅμως οὐδὲν τοιοῦτο ἐποίησα. πέμψον δὲ ἐνταῦθα ἕνα τῶν χαρτουλαρίων
ὀφείλοντα ποιῆσαι λογάριν πρὸς Ἀγρίππαν τὸν περίβλεπτον, ἵνα μάθωμεν
10τί χρεωστούμεθα παρʼ αὐτοῦ, ἐπειδὴ εἰς τὸ πρᾶγμα καθήμεθα. πάντως οὖν διὰ τῆς σήμερον
πέμψον αὐτόν. †
vδώσωσιν αὐτῷ καὶ ἐπανέλ[θῃ ̣ ̣]μ̣η ἐνέγκας αὐτω(*), καὶ νομίζω ὅτι τὸ μυστάριν ἤδη