Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Βίθυς, τῶν Καρδένδου τῶν πρεσβυτέρων, ἐξ Σεβενν[ύ]του τοῦ
Ἀρσινοίτο[υ. ἀδικοῦ]μαι ὑπὸ
Ἑλλανίκου. σοῦ γὰρ δόντος ἡμ[ῖ]ν, βασιλεῦ, σταθμὸν μετὰ τῶν κλήρων ὅπως ἂν ὑπὸ μηθενὸς ἀδικώμ[εθ]α μηδὲ ἐνοίκια
ἀποτίνωμεν, Ἑλλάνικος εἰσ[β]ιασάμενος εἰς τὴν οἰκίαν βίαι καὶ καθελὼν τὸν τῆ[ς αὐ]λῆς τ[ο]ῖχον εἰσώικισται. περὶ ὧν
καὶ πρότερόν σοι ἔντευξιν ἐν[έ]βαλον, βασιλεῦ, ἣ μετηνέχθη ἐ[πʼ Ἀ]φθόνητον τὸν [στ]ρατηγόν· ὃ δὲ ἔτι καὶ νῦν [οὐ] βούλεται
5ἐκχωρεῖν, ἀλλὰ καὶ παροινῶν μ[ε] διατελεῖ. δέομαι οὖν σου β[ασιλεῦ], εἴ σοι δοκεῖ, π[ροσ]τάξαι Ἀφθονήτωι τῶι στρατηγῶι
γράψαι [ -ca.?- ] ̣ ̣ ̣ ̣ ̣ ἀποστεῖλαι αὐτὸν ἐπʼ Ἀφθόνητον, ἵνα
[διακρ]ιθῆι πρός με, ἐγώ τε ἐπὶ [σὲ] καταφυγών, βασιλεῦ, τοῦ δικαίου τύχω. vac. ? εὐτύχε̣ι.
vac. ?
(hand 2?) Ἀγ[ή]νωρ Τιμοξένωι χαίρε[ι]ν. ἀπέσταλκά σοι τῆς ἐλθούσης μοι παρʼ Ἀφθονήτου ἐντεύξεως τὸ ἀντίγραφον.
εἴπερ παραδέδεικται αὐτῶι ἐν σταθμοδοσίαι, παράδειξον αὐτ[οῖς]
10τὰ μέρη κατὰ τὸ πρόσταγμα. vac. ? (ἔτους) δ, Πανήμου κγ.
vἙλλανίκου. σοῦ γὰρ δόντος ἡμ[ῖ]ν, βασιλεῦ, σταθμὸν μετὰ τῶν κλήρων ὅπως ἂν ὑπὸ μηθενὸς ἀδικώμ[εθ]α μηδὲ ἐνοίκια