Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Yadin I 17 TM Nr. 23497

Deposit

Maoza (Bezirk von Petra, Provinz Arabia) 128, 21. Febr.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 376; X, S. 285; XI, S. 292
Bemerkungen Griechisch - aramäisch. Zum Ort vgl. BL IX, S. 376 und ZPE 116, 1997, S. 204 - 208.
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Kraemer, Women's Religions (2004), Nr. 62 E
Inhalt Vertrag, Darlehen, Geld
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,int
ἐπ[ὶ ὑ]πάτων Πουπ̣λείου(*) Μετειλίου Νέπωνος(*) τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ δέκα καλανδῶν Μαρ-
τίων, ἀριθμῷ δὲ̣ τῆς νέας ἐπαρχείας Ἀραβίας δευτέρου εἰκοστοῦ Δυστερου(*) ἕκτῃ ἐν Μαω-
ζ̣ᾳ̣ π̣ε̣ρὶ Ζοαραν, ἐ̣π̣ὶ τ̣ῆ̣ς̣ θ̣ε̣λ̣ή̣σ̣ε̣ω̣ς̣ καὶ <συν>ευδ̣ο̣κήσε̣ως ὡμολογήσατο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ
[Χ]θ̣ο̣υ̣σίωνος Αἰνγαδηνὸς̣(*) πρ[ὸς] Βαβαθα̣ν̣ Σίμωνος ἰδίαν γυναῖκαν(*) αὐτοῦ, συνπαρόν-
5τ̣[ος α]ὐτῇ ἐπιτρόπου το̣ῦ̣δε τοῦ π̣ρ̣ά̣γμ̣α̣τος̣ χ̣άριν Ἰακώβου Ἰησοῦ̣, π̣ά̣ντες ἐνθάδε
κ̣α̣[τ]αμένο̣ν̣[τε]ς̣, ὥστε̣ τὸν Ἰούδαν ἀπε[σ]χηκ̣έναι παρʼ αὐτῆς \εἰς λόγον πα̣ραθήκης/ ἀργ̣[υ]ρ̣ίου καλοῦ δοκί-
μ[ο]υ νομ[ίσμα]τος δην̣α̣ριων(*) τριακοσ[ι]ω̣ν(*) \ἐπὶ το(*) αὐτὸν/ ἔχειν αὐτ̣ὰ καὶ ὀφείλ̣ε̣[ι]ν ἐν παραθή-
κῃ μέχρι οὗ ἂ̣ν χ̣ρ̣ό̣ν̣[ου δόξῃ τῇ Βαβαθᾳ] ἢ̣ ᾧ ἂν δ̣ι̣ʼ α̣ὐ̣[τῆς ἢ ὑπὲρ αὐ]τ̣ῆ̣ς̣ π̣ράσσοντι
[ἀπαιτεῖν τὸν αὐτὸν Ἰούδαν τὰ τῆς παρα]θή̣[κης \προγεγραμμένα δηνάρια/. καὶ τάδε ἐὰν ἀπαιτ]ο̣ύ̣με̣ν̣ο̣ς ὁ Ἰού-
10[δας μὴ ἑτοίμως ἀποδοῖ, κατὰ τὸν νό]μ̣ον τῆς̣ παραθ̣ή̣κ̣[ης] ἔ̣[νοχος ἔσ]τ̣αι ἀπ̣[ο-]
δ̣ο̣ῦ̣ν̣α̣ι̣ [αὐτῇ τὴν παραθήκην διπλῆν μετὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆς]
[παρανομίας τῶν τοιούτων ἐνκλήματι, γεινο]μ̣έ̣νης δὲ τῆ̣[ς πράξεως]
[τῇ αὐτῇ Βαβαθᾳ ἢ τῷ ὑπὲρ αὐτῆς προφέροντι τὴν συνγραφὴν ταύτην ἀπό τε]
[Ἰούδου καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτή-]
15[σηται κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι.]
[πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι].
ext
[ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου]
[Λίβωνος πρὸ δέκα καλανδῶν Μαρτίων, ἀριθμῷ δὲ τῆς νέας ἐπαρ-]
χε̣ί̣ας Ἀ̣[ραβίας ἔτους δευτέρ]ου̣ [ε]ἰ̣[κο]στοῦ̣ [μην]ὸ̣ς Δυσ̣τε̣ρ̣ου(*) [ἕκ]τ̣ῃ̣ ἐ̣[ν]
20Μα̣ω[ζᾳ περὶ Ζοαραν, ἐπὶ τῆς θ]ε̣λ̣ή̣σεως καὶ συν̣ευδοκήσ̣εως α̣ὐ-
[τοῦ ὡμολογήσατο Ἰούδας Ἐλεα]ζ̣άρου τ̣οῦ καὶ Χθουσίω̣ν̣[ο]ς̣ Α̣[ἰνγα-]
δ̣[ηνὸς](*) πρὸς Βαβ̣α̣θ̣αν Σ̣ί̣μ̣ω̣ν̣ος ἰδίαν γυναῖκα αὐτ̣[ο]ῦ̣, συν̣παρ̣[ό]ν-
τ̣ο̣ς̣ α̣ὐ̣τῆς ἐ̣[πιτρόπ]ο̣υ̣ τοῦδε τοῦ πράγματος χάριν Ἰακώ̣β̣[ο]υ̣
Ἰησοῦ, πάν̣[τες ἐνθά]δ̣ε̣ κ̣α̣τ̣α̣μέ̣ν̣ον̣τε̣ς̣, ὥστε τ̣ὸ̣ν̣ Ἰ̣ο̣ύ̣δαν ἀπ̣ε̣σ̣-
25χηκέναι π̣[αρʼ] α̣[ὐτῆς] εἰς λόγον παραθήκ̣η̣ς ἀργυρίου καλοῦ δοκίμ̣[ου]
νομίσματος δη̣ν̣α̣ρ̣ι̣ω̣ν(*) τριακοσιων(*) ἐπὶ το(*) αὐτὸν ἔχειν αὐτὰ
καὶ [ὀ]φείλειν ἐ̣ν̣ [πα]ρ̣α̣θ̣ή̣κῃ μέχρι οὗ ἂν χρόνου δόξῃ τῇ Βαβαθ̣ᾳ̣
ἢ ᾧ ἂν διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσοντι ἀπαιτεῖν τὸν αὐτὸν Ἰ̣ο̣υ̣-
δαν τὰ τῆς παραθήκης προγεγραμμένα δηνάρια. καὶ τάδ̣ε
30ἐὰν ἀπαιτούμενο̣ς̣ μὴ ἑτοίμως ἀποδο̣ῖ ὁ Ἰούδας, κ̣ατὰ τὸν νό-
μον τῆς παρ̣αθήκης ἔνο̣χος ἔσται ἀποδοῦναι αὐτῇ τὴν πα̣-
ραθήκην δι[π]λ̣ῆ̣ν με̣τὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆ̣ς̣
παρανομία̣ς̣ [τῶν] τ̣οιούτων ἐνκλήματι, γε̣[ινο-]
μένης δὲ τῆς πράξεω̣ς τῇ α̣ὐτῇ Βαβαθᾳ ἢ τῷ ὑ̣π<ὲρ> αὐτῆς προφ[έ-]
35ροντι τὴν συνγραφὴν ταύτην ἀπό τε Ἰούδου καὶ τῶν̣ ὑ̣π̣α̣ρ̣-
χόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτή-
σηται κυρίως, τρό̣π̣ῳ̣ ᾧ̣ ἂν αἱρῆται ὁ̣ πράσσων τὴν εἴσπρα̣-
ξιν πο̣ι̣εῖσ[θ]αι. πίστει ἐπ̣η̣ρ̣ωτήθη καὶ ἀνθωμολογήθη [ταῦ-]
τ̣α̣ ο̣ὕ̣τω[ς] κ̣α̣λ̣ῶ̣[ς γ]είνεσθ̣αι.
Aramaic 3 lines
43Θεενας Σίμωνος λιβλάριος(*) ἔγραψα.
v
Aramaic 7 lines
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar