Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Θέωνι ἐκλήμπτορι γερδίων
παρὰ Παυσίριος τοῦ Ἀμμωνίου
τῶν ἀπʼ Ὀξυρύγχων πόλεως λαύρας
[Ἱ]ππέων Παραμβολῆς(*). βούλομαι
5ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους
Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστ(οῦ)
Γερμανικοῦ Αὐτοκράτορος ἐκ-
δόσθαι τὸν ἀφήλικά μου υἱὸν Παυ-
σῖριν ὥστε μαθεῖν τὴν γερδια-
10κὴν τέχνην καὶ τάξεσθαι τὸ ὑ-
πὸ τῶν ὁμοίων τελούμενον
τέλεσμα διδεσκάλῳ(*) Ἐπει-
νίκῳ Θέωνος λαύρας Ἑρμαίου·
διὸ ἀξιῶι(*) ἀναγραφῆναι τὸν υἱὸν
15ἐν τῇ τῶν μαθητῶν τάξι(*) ὁς(*)
καθήκει.
εὐτύχ(ει).
(ἔτους) θ Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
20Φαῶφι κβ.
(hand 2) Θέων σεση(μείωμαι). (ἔτους) ἐνάτου Νέρωνος
Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος
Φαῶφι κγ.
παρὰ Παυσίριος τοῦ Ἀμμωνίου
τῶν ἀπʼ Ὀξυρύγχων πόλεως λαύρας
[Ἱ]ππέων Παραμβολῆς(*). βούλομαι
5ἀπὸ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους
Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστ(οῦ)
Γερμανικοῦ Αὐτοκράτορος ἐκ-
δόσθαι τὸν ἀφήλικά μου υἱὸν Παυ-
σῖριν ὥστε μαθεῖν τὴν γερδια-
10κὴν τέχνην καὶ τάξεσθαι τὸ ὑ-
πὸ τῶν ὁμοίων τελούμενον
τέλεσμα διδεσκάλῳ(*) Ἐπει-
νίκῳ Θέωνος λαύρας Ἑρμαίου·
διὸ ἀξιῶι(*) ἀναγραφῆναι τὸν υἱὸν
15ἐν τῇ τῶν μαθητῶν τάξι(*) ὁς(*)
καθήκει.
εὐτύχ(ει).
(ἔτους) θ Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
20Φαῶφι κβ.
(hand 2) Θέων σεση(μείωμαι). (ἔτους) ἐνάτου Νέρωνος
Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος
Φαῶφι κγ.