Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ὑπόμνημα Ζήνωνι παρὰ
Θευφίλου ζωγράφου. ἐπε̣ι̣δή σοι
τὰ ἔργα συντετέλεσται
καὶ ἔργον οὐδέν ἐστιν, ἐγώ
5τε κάθημαι οὐκ ἔχων οὐθὲν
τῶν δεόντων, καλῶς ἂμ(*) ποι-
ήσαις, εἰ καὶ ὣς ποιητέοι σοί
εἰσίν τινε(*) τῶν πινάκων,
δούς μοι ἵνα ἐνεγγὸς(*) ὦ
10καὶ ἔχω τὰ δέοντα· εἰ δὲ μὴ
διδῶις, καλῶς ἂμ(*) ποιήσαις
συμβαλόμενός μοι ἐφόδιον
ἵνʼ ἀπέλθω πρὸς τοὺς ἀδελ-
φοὺς εἰς πόλιν. εὐτύχει.
Θευφίλου ζωγράφου. ἐπε̣ι̣δή σοι
τὰ ἔργα συντετέλεσται
καὶ ἔργον οὐδέν ἐστιν, ἐγώ
5τε κάθημαι οὐκ ἔχων οὐθὲν
τῶν δεόντων, καλῶς ἂμ(*) ποι-
ήσαις, εἰ καὶ ὣς ποιητέοι σοί
εἰσίν τινε(*) τῶν πινάκων,
δούς μοι ἵνα ἐνεγγὸς(*) ὦ
10καὶ ἔχω τὰ δέοντα· εἰ δὲ μὴ
διδῶις, καλῶς ἂμ(*) ποιήσαις
συμβαλόμενός μοι ἐφόδιον
ἵνʼ ἀπέλθω πρὸς τοὺς ἀδελ-
φοὺς εἰς πόλιν. εὐτύχει.