Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβ(εστάτου) ἡμῶν δ[εσπότου μεγίστου]
εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Α[ὐτοκρ(άτορος) ἔτους α ̣ ̣ ̣]
ἰνδ(ικτίονος) ιδ, (ἔτους) σπζ σνϛ. †
5Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων
καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχ(ιτῶν) πόλ(ει) διὰ Μηνᾶ
οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπό(τῃ)
τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, ἐγὼ Ἰωάννης
σὺν θεῷ πακτάριος τοῦ ὀξέως δρόμου τοῦ ἐνδόξου ὑμῶν οἴκου καὶ
10τοῦ βαδιστικοῦ στάβλου τοῦ αὐτοῦ ἐνδόξου ὑμῶν οἴκου, υἱὸς τοῦ μακαρίου
Θεοδώρου, ὁρμώμενος ἐκ τῆς Ὀξυρυγχ(ιτῶν) πόλ(εως), ὁμολογῶ τὰ̣ ὑπο̣γ̣[εγραμμ]ένα.
βουλόμενος ἀντέχεσθαι καὶ τῆς χρείας τοῦ βαδιστικοῦ στάβλου τοῦ ἐνδόξου
ὑμῶν οἴκου μετὰ τον(*) ὑπʼ ἐμὲ ὀξυν(*) δρομον(*) ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον
ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς παρούσης τεσσαρασκαιδεκάτης(*)
15ἰνδ(ικτίονος) μέχρι πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς σὺν θ(εῷ) πεντεκαιδεκάτης
ἐπινεμή(σεως), ἐκείνησα(*) λόγον πρὸς τὴν ὑμετέραν ὑπερφύειαν διὰ τῶν αὐτῇ
προσηκόντων καὶ τοῦτο τὸ βαδιστικὸν στάβλον καταθαρηθῆναί(*) μοι
παρὰ τῆς ὑμετέρας ὑπερφυείας· καὶ δὴ κατεπίστευσάν μοι οἱ προσήκοντες
τῇ ὑμετέρᾳ ὑπερφ(υείᾳ) αὐτὸ τὸ βαδιστικὸν στάβλον ἐπὶ τὸν προγεγραμμέ(νον)
20ἕνα ἐνιαυτόν, λογιζόμε(νον) ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μη(νὸς) τῆς
παρούσης τεσσαρασκαιδεκάτης(*) ἰνδ(ικτίονος). ὁμολογῶ ὑπεισελθεῖν τοῦτο
καὶ εἰς τὰς ἀνακυπ̣τούσας πάσας γεουχικὰς χρείας, καὶ στρῶσαι
τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ λαμπροτάτοις χαρτουλαρίοις καὶ παισὶν
ἀπερχομένοις εἰς οἱανδήποτε γεουχικὴν χρείαν, καὶ μὴ συγχωρῆ[σα]ι
25μέμψιν τινὰ γενέσθαι κατʼ ἐμοῦ, ἀνενδοιάστως κινδύνῳ ἐμῷ
καὶ τῆς ἐμῆς ὑποστάσεως, καὶ δέξασθαί με παρʼ αὐτῆς λόγῳ
πάκτου τῆς αὐτῆς χρείας τοῦ αὐτοῦ ἐνιαυτοῦ χρυσίου λίτραν
μίαν ζυγῷ Ἀλεξανδρ(είας)· ὁμολογῶν, ὡς εἴρηται, πᾶσαν χρείαν τοῦ
εἰρημένου στάβλου ποιεῖν, καὶ χορηγῆσαι ἄλογα εἰς τὰς
30γεουχικὰς χρείας κινδύνῳ ἐμῷ, ὡς εἴρηται, καὶ τῆς ἐμῆς
ὑποστάσεως, καὶ στρῶσαι τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ
λαμπρο(τάτοις) χαρτουλαρίοις καὶ παισὶν ἀπερχομένοις, ὡς προείρηται,
εἰς γεουχικὰς χρείας. καὶ ἐπὶ τούτοις πᾶσιν ἐπωμουσάμην(*)
πρὸς τοῦ θεοῦ τοῦ παντοκράτορος, καὶ νίκης καὶ σωτηρίας καὶ διαμονῆς
35τῶν εὐσεβ(εστάτων) ἡμῶν δεσποτῶν Φλαουίου Ἡρακλείου καὶ Αἰλίας
Φλαβίας τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, ἐν μηδενὶ
παραβῆναι τρόπῳ, καὶ ὑπεθέμην εἰς τὸ δίκαιον ταύτης τῆς
ὁμολογίας πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ
γενικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρ(ία) ἡ ὁμολογία
40δισσὴ γραφ(εῖσα) καὶ ἐπερ(ωτηθεὶς) ὡμολ(όγησα). (hand 2) † Ἰωάννης. (hand 3) † Ἰωάννης πακτάριος
τοῦ ὀξέως δρώμου(*) τοῦ ἐνδόξου οἴκου τῆς ἡμῶν(*) ὑπερφεοίας(*) καὶ τοῦ βαδεστικοῦ(*)
ὁ πρωγεγραμμένος(*), πεποίημοι(*) καὶ τὴν παροῦσαν ὁμωλογίαν(*) τοῦ βαδεστικοῦ(*)
στάβλου ἐπὶ τὸν ἕνα ἐνιαυτὸν ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μη(νὸς)
τῆς παρούσης τεσσαρασκαιδεκάτης(*) ἰνδ(ικτίονος), ἐπὶ τῷ πάκτῳ τῆς μιᾶς
45λείτρας(*) τοῦ χρυσίου Ἀλεξανδρίας, ὡς πρόκ(ειται). Φοιβάμμων μίσθιος αὐτοῦ,
υἱὸς τοῦ μακαρίου Παπνουθίου, ἔγραψα ὑπὲρ αὐτοῦ κατʼ ἐπιτρωπὴν(*) αὐτοῦ,
πρωτέξαντός(*) μου τω(*) ἴδιον ὄνωμα(*). †
† διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφ(ου) ἐτελειώθη.
† di em(u) Papnutiu etelioth(e). ̣ ̣ ἰνδ(ι)κ(τίονος) ιδ, (ἔτους) σπζ σνϛ.