Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
στρατηγίας ἑπτὰ νομῶν καὶ Ἀρσινοίτου
χαίρειν.
ἀπʼ αὐτῶν τῶν όγων(*) ἐφάνη ὡς
5πολλοὶ βουλόμενοι τὰς ταμιακὰς οὐσί-
ας κατεστείειν(*) ὀνόματα ἑαυτοῖς ἐξευ-
ρόντες, οἱ μὲν χειριστῶν οἱ δὲ γραμ-
ματέων οἱ δὲ φροντιστῶν, ὄφελος
μὲν οὐδὲν περιποιοῦσιν τῷ ταμείῳ
10τὰ δὲ περιγεινόμενα κατεστείουσιν(*)·
διʼ ὅπερ ἐδέησεν ἐπισταλῆναι ὑμεῖν(*)
ἵνα ἑκάστης οὐσίας ἕνα τινὰ φρον-
τιστὴν ἀξι[ό]χρεων κινδύνῳ ἑκάστης
βουλῆς αἱρεθῆναι ποιήσητε, τὰ δὲ
15λοιπὰ ὀνόματα παύσηται, δυναμένου
τοῦ αἱρουμένου φροντιστοῦ δύο
ἢ τό γε πλεῖστον τρεῖς προσα̣ι̣ρ̣ε̣[ῖ]ν
τοὺς ἐξυπηρετησομένους αὐτῷ
πρὸς τὴν φροντίδα. οὕτω[ς αὐ]τά τε
20τὰ μάταια ἀναλώματα π[α]ύσεται
καὶ αἱ ταμιακαὶ οὐσίαι τῆς προσηκού-
σης ἐπιμελείας τεύξονται. δηλα-
δὴ δὲ τοιούτους αἱρεθῆναι ποιήσει-
τε του τοῖς φρον[τι]σταῖς ὑπηρετη-
25σομένους οἳ καὶ βασάνοις ὑποκείσον-
ται. ἔρρωσθε.
(ἔτους) ε ((s-etous)) καὶ δ ((s-etous)) , Θὼθ ιϛ.