Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
μεγάλου Σαράπιδος τῶν κεχιλιαρχηκότων
γενομένῳ ἐπάρχῳ σπείρης πρώτης
Δαμασ[κ]ηνῶν καὶ ἀρχιγεωργῷ ἱερεῖ ἐξηγητῇ
5καὶ τοῖς Καισαρείοις καὶ τοῖ[ς] ἄλλοις πρυτάνεσι
παρὰ Ἀμμωνίου τ[ο]ῦ Θέωνος τοῦ
Σαραπίωνος Προπαπ[π]οσεβατείου(*) τοῦ
καὶ Ἀλθαιέως τ[ῶ]ν τὸ [π]έμπτον ἔτ[ο]ς
Δομιτιανοῦ [ἐ]φηβευκότων. βουλό-
10μενος ἰσκρεῖναι(*) εἰ[ς] τοὺς τὸ ἰσιὸν(*) ὀκτω-
καιδέκατον ἔτ[ο]ς Αὐτ[ο]κράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἐφήβους
τὸν γεγονότ[α] μοι ἐκ τῆς ἀδελφῆς μου
Θαυβαρίου ἀστ[ῆ]ς ἣ μ[ε]τήλλαχεν υἱὸν
15Νειλάμμωνα ἀξι[ῶ] ὑμᾶς συντάξαι
τοῖς πρὸς τούτ[οι]ς οὖσι λαβοῦσί μ[ο]υ
χειρογραφί̣α̣[ν περὶ τ]οῦ ἀληθῆ εἶναι
τὰ προκείμε[να γράψα]ι̣ οἷς καθήκει
χρηματίζ[ειν μοι τελο]ῦντι τὰ πρὸς̣
20τὴ[ν εἴσκρισιν καὶ ἐφηβ]ε̣ίαν τοῦ
[προγεγραμμένου μου] υἱοῦ Νειλάμ-
[μωνος καὶ προσαγγεῖλαι] τῷ τε κοσ-
[μητῇ καὶ τῷ γυμνασιάρ]χῳ τοῖς
[οὖσι προσδέξασθαι αὐτὸ]ν̣ ἰς(*) τοὺς
25[ἐφήβους ]ἵνʼ ὦ [πεφιλανθρ]ωπ̣(ημένος).
(hand 2) [Νειλάμμων Ἀμμωνίου ἔφη]βος ἀπʼ Ὀξ̣(υρύγχων) [πόλ(εως)]
[ -ca.?- ]