Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Σαραπίων Δω[ρίωνι τῷ ἀδελφῷ χαί-]
ριν(*) καὶ διὰ παντὸς ὑ̣[γιαίνειν ἅμα τῷ γεγο-]
νέναι ἐν Ἀλεξανδρίᾳ [τῇ ̣ ̣ τοῦ ὑπογε-]
5γραμμένου μηνὸς ἔμ[αθον παρά τινων]
ἁλιέω̣ν εἰς Ἀλεξάνδρι[αν - ca.9 - ὅ-]
τι Σα[ ̣ ̣]ειλλα προσοινθ[- ca.12 -]
παρʼ ἐμοῦ ἐν αὐλῇ, καὶ ὁ ο[ἶκος ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
Σεκόνδας ἠραύνηται κ[αὶ - ca.10 -]
10ὁ ἐμ[ὸς] οἶκος ἠραύνητ[αι - ca.10 -]
καὶ σεσύνηται εἰ ταύτα οὕτως ἔχι(*) ἀσφα-
λῶς. εὖ οὖν ποιήσις(*) γράψας μοι ἀντιφώνη[σ]ιν
περί τούτων εἵνα(*) καὶ γὼ(*) αὐτὸς ἐπιδῶ ἀνα-
φόριον τῷ ἡγεμόνι. μὴ οὖν ἄλλως ποιήσις(*), ἐγὼ
15δὲ αὐτὸς οὔπω οὐδὲ ἐνηλεπα(*) ἕως ἀκούσω φάσ-
ιν παρὰ σοῦ περὶ ἁπάντων. ἐγὼ δὲ βιάζο-
μαι ὑπὸ φίλω[ν] γενέσθαι οἰκιακὸς τοῦ ἀρχι-
στάτορος Ἀπολλωνίου εἵνα(*) σὺν αὐτῷ ἐπὶ δι-
αλογισμὸν ἔ̣λ̣[θ]ω. [ὁ] μὲν ἡγούμενος τοῦ στρα-
20[τ]ηγοῦ κ[αὶ Ἰοῦ]στος ὁ μαχαιροφόρος ἐν κ̣οσ-
[τ]ωδε[ίᾳ εἰσί], ὡς ἐπέταξεν ὁ ἡγεμών, ἕως
ἐπὶ διαλ[ογισ]μος(*), ἐὰν μή τι πίσωσι(*) τὸν ἀρχι-
στάτορα δο[ῦν]αι εἱκανὸν(*) ἕως ἐπὶ διαλο-
γισμόν. περὶ δ[ὲ] τοῦ Φαλακροῦ γράψον μοι πῶς
25πάλιν ἄνω λαλαχεύεται. μὴ οὖν ἄλλως ποι-
ήσῃς. εἶπον δ̣ὲ̣ Διογένι(*) τῷ φίλῳ σου μὴ ἀδικῆ-
σά με πε[ ̣ ̣ ̣ ̣] εἰς δαπάνην οὗ ἔχι(*) μου· vac. ?
συνανακ̣[ ̣ ̣ ̣ γ]ὰρ τῷ ἀρχιστάτορι. ἐρωτῶ δέ σε
καὶ παρακαλ[ῶ γρά]ψει(*) μοι ἀντιφώνησιν περὶ
30τῶν γενομέν[ων. πρ]ὸ μὲν πάντων σεαυτοῦ
ἐπιμέλου εἵνʼ(*) ὑ[γιαίνῃς]. ἐπισκωποῦ(*) Δημητροῦ[ν]
καὶ Δωρίωνα [τὸν πατ]έρα. ἔ[ρ]ρωσο.
(ἔτους) θ Τιβερίου Καίσαρ[ος Σεβαστοῦ, Χο]ίακ ιε.