Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὸν ὑπάρ-
χοντά μοι ἱστὸν γερδι[ακὸν] π[η]χῶν γερδιακῶ(ν)
τριῶν παρὰ παλαιστὰς δύο , οὗ ἀντία δύο ,
5ἱστόποδες δύο , ἐπίμιτ[ρον ἓν καὶ] ἀ̣πέχειν παρὰ σ(οῦ)
διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξ[υρύγχ(ων)] πόλει Σαραπιείου
Σαραπίωνος τοῦ Λόχου τραπέζης τὴν ἑσταμένη(ν)
πρὸς ἀλλήλους τούτου τιμὴν ἀργυρίου Σεβαστοῦ καὶ
Πτολεμαικοῦ νομίσματος δραχμὰς
10εἴκοσι , κ[αὶ] βεβαιώσειν σοι τὴν πρᾶσιν πάσῃ
βεβαιώσ[ει] ἢ ἐκτείσειν σοι ἣν ἔσχον παρὰ σοῦ
τιμὴν σὺν ἡμιολίᾳ καὶ τὸ βλάβος. κυρία ἡ χείρ.
(ἔτους) ιδ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος, μη(νὸς) Καισαρείου ιε.
——
15(hand 2) Ἀμμώνιος Ἀμμωνίου πέπρακα τὸν ἱστὸν
καὶ ἀπέχω τὴν τιμὴν τὰς τοῦ ἀργυρίου δραχμὰ(ς)
εἴκοσι καὶ βεβαιώσωι(*) καθότι πρόκιται. Ἡρα-
κλείδης Δ[ιον]υσίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ
εἰδότος γράμματα. (ἔτους) ιδ Τιβερίου Κλαυδίου
20Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
μη(νὸς) Καισαρείου ιε Σεβαστῇ.
——
(hand 3) ἔτους τεσσαρεσκαιδεκάτου
Τιβερίου Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ
25Αὐτοκράτορος, μη(νὸς) Καισαρείου ιε
Σεβαστῇ, δι(ὰ) τῆ(ς) Σαρ(απίωνος) τρ(απέζης) γέγο(νεν) ἡ διαγρ(αφή).