Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα β(εν) Σζεριχ σύμβουλος Βασιλείῳ διοικη(τῇ)]
κώμης Ἀφροδιτ[ώ. εὐχαρισ]τ̣[οῦμεν] τ̣[ῷ Θεῷ καὶ με]τ̣[ὰ] τ̣[αῦ]τ̣[α].
πολλάκις φ[α]ινόμεθα γράμμασιν ἡμῶν χρησάμενοι [π]ρ̣[ὸς σὲ]
περὶ τοῦ διμοιρομέρους τῶν χρυσικῶν δημοσίων τῆς διοική(σεώς) σο[υ]
5καὶ ἐδοκοῦμεν ὡς ἤδη τοῦτο κατεβάλο\υ/. ἡμῶν οὖν
ἐπιτρεψάντων τοῖς νοταρίοις ἐγκύψαι εἰς τὰ χαρτία τῆς σακέλλη[ς]
ἐφʼ ᾧ μαθεῖν τὸ τί κατεβάλο\υ/ ἐν τῇ σακέλλῃ ηὕραμεν τὸ ἔργον σο\[υ]/
ἀνίκανον καὶ μηδαμινὸν καί σε εἰς τοῦτο κακῶς διαπραττόμενον.
καὶ γὰρ οὐκ ἀπεστείλαμέν σε σχολάσαι εἰς τὸ φαγονῖν(*), μᾶλλον δὲ
10ἀπεστείλαμέν σε φοβῖσθαι(*) τὸν Θεὸν καὶ φυλάξαι τὴν πίστιν σου
καὶ ἀνύσαι τὸ δίκαιον το\ῦ/ Ἀμιραλμουμνιν. οὔτε γὰρ ἔχεις ἀφορμὴν
τὴν οἵαν οὖν οὔτε οἱ τῆς διοικήσεώς σο(υ). καλῶς γὰρ γέγονεν
ὁ καρπὸς τῆς γῆς καὶ τοῦτο ὁ Θεὸς εὐλόγησεν καὶ ἐδίπλασεν
ὑπὲρ ὃ ἢν πρὸ τούτο\υ/. γέγονεν δὲ καὶ ὁ σῖτος πολο\ῦ/(*) καὶ τοῦτο
15ἐπράθη παρὰ τῶν τῆς χώρας·. λοιπὸν ὡς εἴρηται οὐκ ἔχεις
τὴν οἵαν οὖν ἀφορμήν. βλέπε οὖν τὸ λοιπασθὲν
διὰ τῆς διοικήσ·εώς σο(υ) ἐκ τοῦ διμοιρομέρους τῶν χρυ(σικῶν)
δημοσίων αὐτῆς. vac. ? μετὰ πάσης συντομίας τοῦτο ἄνυσον
μὴ ὑστερῶν ἐξ αὐτο(ῦ) μυλιαρίσιν(*) καὶ μόνον, γινώσκει γὰρ
20ὁ Θεός, vac. ? ὡς οὐκ ἤρεσεν ἡμῖν τὸ πῶς πεποίηκας
εἰς τὸ πρᾶγμα τῶν τοιούτων δημοσίων. ἐβουλόμεθα γὰρ δοῦναί σο[ι]
ἀνταπόδοσιν τούτου χάριν. ἐὰν οὖν ἐστι ἐν σοὶ ἀγαθὸν
ὡς εἴρηται ἄνυσον μετὰ πάσης σπουδῆς τὸ λοιπασθὲν
διὰ τῆς διοικήσεώς σο(ῦ) ἐκ τοῦ τοιούτου διμοιρομέρου̣[ς]
25τῶν χρυσικῶν δημοσίων καὶ ἀπόστειλον. ὄφελος γάρ ἐστι
τοῖς τῆς χωρᾶς δοῦναι κατὰ πρόσβασιν τὰ διʼ αὐτῶν
καὶ μὴ ἐᾶσαι αὐτοὺς ἄχρις ο\ὗ/ συναχθῶσιν ἐπάνω αὐτῶν
καὶ στενωθῶσιν πληρῶσαι. ἐπιστάμεθα δὲ ὡς ἀνικανία καὶ
ἀχρησιμία φερόμενος ὁ ὑπουργος ζητεῖ τὰ πρὸς ἀφορμ[ὴν]
30το\ῦ/ ὑστερε͂σαι(*) τὰ διʼ αὐτο(ῦ). μὴ γένῃ οὖν τοιοῦτος καὶ δώσῃ[ς]
κατὰ τῆς ψυχῆς σο(υ) πρόφασιν. ἰδοὺ μαρτυρόμεθά σ̣[ε].
ἐγρά(φη) μ(ηνὸς) Π(α)ῦ(νι) ζ ἰ(ν)δ(ικτίονος) θ
vκώμης Ἀφροδιτ[ώ. εὐχαρισ]τ̣[οῦμεν] τ̣[ῷ Θεῷ καὶ με]τ̣[ὰ] τ̣[αῦ]τ̣[α].