Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Cair. Masp. III 67312 TM Nr. 18440

Testament de Fl. Théodore

Antinoopolis 567, 31. März
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 74; XII, S. 47; XIII, S. 57 BL online
Bemerkungen Gehört zum Dioskoros - Archiv. Vgl. Subseciva Groningana 7, 2001, S. 1-13. Zu Z. 6 vgl. Tyche 22, 2007, S. 215, Korr. Tyche 570. Zu Z. 93 vgl. Fournet, Les archives de Dioscore, S. 117-142.
Inhalt Testament
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
⳨ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτο(υ) ἡμῶν δεσπότου
Φλαυίου Ἰουστίνο(υ) τοῦ αἰωνίο(υ) αὐγούστου αὐτοκράτορος
ἔτους δευτέρο(υ), Φαρμο(ῦ)θι πέμπτῃ πεντεκαιδεκάτης
ἰνδικτίονος. ἐν Ἀντινόο(υ) πόλει τῇ λαμπροτάτῃ.
5† Φλαύιος [Θ]ε̣[ό]δ̣[ωρο]ς̣ ἐ̣ξ̣[κ]έ̣[πτ]ω̣ρ τῆς κατὰ Θηβαίδα δουκικῆς
τάξεως, υἱὸς τοῦ τῆς̣ ἐ̣[ν]δ̣[όξο(υ) (?)] μ̣ν̣ή̣μ̣[ης Φοιβάμμων]ο̣ς̣ γ̣ε̣γονότος σχολαστικο(ῦ)
φόρου Θηβαίδος, ὁρμώμενος ἀπὸ τῆς Ἀντινοέων, ταύτην
ποιο̣(ῦ)μαι τ̣ὴ̣ν̣ ἔγ̣[γ]ρ̣α̣φον διαθήκην κα̣θ̣ὰ̣ ὑ̣π̣ο̣τ̣έτ̣α̣κ̣τ̣[α]ι̣   ̣  ̣υ̣
συνεχόμενος καὶ δεδειὼς(*) τὸ μέλλον, μὴ, πρὶν διαθῶμαι
10καὶ τὰ καθʼ(*) ἐμαυτὸν διατυπώσω, καὶ παρὰ προσδοκίαν τὸν
βίον μεταλλάξω, διὰ τοῦτο, νοῶν καὶ φρονῶν καὶ ἐπʼ ἀκριβείας
πολλῆς φέρων μο(υ) τὸν λογισμὸν καὶ ἐρρωμένας ἔχων σὺν Θεῷ
τὰς φρένας καὶ πάσας τὰς ἐσθήσεις(*) καὶ τοὺς λογισμοὺς
ἀπαθεῖς διασῴζων, ταύτην τὴν διαθήκην τίθημι,
15ἐπὶ παρουσίᾳ τῶν κατὰ παράκλησιν ἐμὴν προσκληθέντων
καὶ ἐπὶ τὸ αὐτὸ συνηγμένων ῥογάτων νομίμων ἑπτὰ μαρτύρω(ν),
πολιτῶν ὄντων Ῥωμαίων, ἐφήβων, καὶ ὑπολήμψεως ἀντι-
ποιο(υ)μένων, τῶ\ν/ κ(αὶ) ἑξῆς ὑπογραφόντων ταύτῃ μο(υ) τῇ δ[ιαθ]ήκῃ
καὶ σφραγιζόντων αὐτὴν ἐν μιᾷ συνόδῳ καὶ ῥοπῇ καὶ ὥρᾳ, μηδεμιᾶς
20ἑτέρας πράξεως μεσολαβούσης, κατὰ τὴν τῶν νόμων δύναμιν,
ἥνπερ διαθήκην ὑπα̣γόρευσα ἑλληνικοῖς ῥήμασί τε καὶ
γράμμασι γραφῆναι ἐπέτρεψα, καὶ βούλομαι αὐτὴν ἔχειν τὴν
ἰδίαν δύναμιν καὶ βεβαίωσιν ἐφʼ οἷς περιέχει πᾶσι κεφαλαίοις,
ἐπέχειν δὲ αὐτὴν οὐδὲν ἧττον καὶ κωδικίλλου τάξιν καὶ δύναμιν
25πάσης τελευταίας βουλήσεως καὶ φιδεικομισσαρίας
ἐπιστολῆς, προκομιζομένην καὶ δημοσιευομένην ἐπὶ πάσης
ἀρχῆς καὶ ἐξουσίας παντὶ χρόνῳ καὶ καιρῷ, κατὰ τὰ θειωδῶς
ὑπὸ τῶν νόμων διηγορευμένα. εἰ δὲ δόξῃ μοι μετὰ ταῦτα
κ[ω]δικίλλον̣ ἢ κα̣ὶ̣ κ̣ω̣δικίλλους θέσθαι καὶ ἕτερα ἐν αὐτοῖς
30κεφάλαια διατυπῶσα̣ι̣, βο̣ύ̣λ[ο]μ̣[α]ι̣ [κα]ὶ̣ [κελ]εύω τὸν παρʼ ἐμοῦ
γενησόμενον κωδικίλλον ἢ τοὺς παρʼ ἐμοῦ γενησομένους
κωδικίλλους ἔχειν καὶ ἕξειν τὴν ἰδίαν δύναμιν καὶ τὸ
ἐκ νόμων κῦρος ὡς κεκομφιρματευμένους ἐν τα̣ύ̣τ̣ῃ μο(υ)
τῇ διαθήκῃ. εἴη μὲν ἐμὲ ἐφʼ ἕτερον χρόνον ζῆν καὶ τὰ
35συνήθη πράττειν, ὃν ἂν παρασταίη τῷ σωτῆρι Θεῷ̣· ἐπειδὴ δὲ
ἀνάγκη τελευτᾶν καὶ τῶν ἀνθρωπίνων ὑπαναχωρῆσαι
πραγμάτων, κληρονόμους̣ ἐ[νίσ]τ̣[η]μ̣ι καὶ κλ̣η̣[ρον]όμους μου
εἶναι βούλομαι καὶ κελεύω τὸ̣ δ̣[ίκαιον τοῦ] εὐαγοῦ̣[ς μον]α̣στηρίο(υ)
καλο(υ)μένο(υ) Ἄπα Σεν[ού]θ̣[ου], κ̣[ει]μ̣έ̣[νο(υ)] ἐ̣[ν τῷ ὄρει Τρι]φί̣ο̣(υ) τοῦ Πανοπολίτου
40νομο(ῦ), διὰ Π̣έτρ[ου τοῦ θεοφιλεστάτ]ο(υ) ἀρχιμανδρί̣το\υ/, ο\ὐ/ μὴν
ἀλλὰ καὶ τὸ δίκ[αιο]ν̣ το(ῦ) μ̣ο̣ν̣[αστ]η̣[ρίο(υ)] κ̣[αλουμ]έ̣[νο(υ)] Ἄ̣[πα] Μ̣ο̣υ̣σαίο(υ)
κειμένο(υ(?)) ἐν τῷ ὄρει Α  ̣λ̣  ̣  ̣ [το(ῦ) Ἑρμουπο]λίτ̣[ο(υ) νο]μο(ῦ), διὰ Φοιβάμμωνος
τοῦ θεοφιλεστάτο(υ) αὐτοῦ ἡγο\υ/μένο(υ), καὶ Ἡραὶν τὴν
εὐγενεστάτην μου πρὸς μητρὸς μάμμην, πάντων τῶν
45ἐν καιρῷ τελευτῆς καταλειφθησομένων παρʼ ἐμο(ῦ) πραγμάτων
καὶ ἀγωγῶν καὶ ἐνοχῶν καὶ παντὸς δικαίο(υ), ἀπὸ π̣ο̣λυτελοῦς μέχρι
ἐλαχίστου καὶ ἀσσαρίο(υ) ἑνὸς, ἐπὶ τῇ ἑξῆς ἐφʼ ἑκάστῳ τῶν
εἰρημένων κληρονόμων προελευ̣σομένῃ παρʼ ἐμο(ῦ) δι̣αστολῇ [τ]ε
καὶ διατυπώσει. οἱ δὲ λοιποὶ πάντες ὅσοι πρὸς γένος μ̣οι
50δ[ι]ενηνόχασιν ἢ κατʼ ἀγχιστείαν διαφέρειν οἴο̣νται, ἀποκληρονόμοι
μο(υ) ἔστωσαν, ο[ὐ]κ̣ ἐφʼ [ὕ]β̣ρι(*) τινὶ, μὴ γέν[ο]ιτ̣ο, ἀλλὰ διὰ τὸ οὕτω μ̣οι
δεδόχθαι, σώφρονε̣ι(*) καὶ ἀκριβ̣ε̣ῖ λ̣ο̣γ̣ι̣[σ]μ̣ῷ̣ χ̣ρ̣η̣σ̣α̣μ̣έ̣[ν]ῳ. βούλο̣[μαι δ]ὲ̣
τοίνυν καὶ κελεύω Πέτρον τὸν εὐλαβέστατον ἀρχιμ̣ανδρίτη[ν],
ἤτοι τὸ δίκαιον το(ῦ) αὐτο(ῦ) εὐ̣αγοῦς μονασ̣τηρίο(υ) ἄπα Σενούθου, ἔχε̣ιν̣
55εἰς τὴν ἰδίαν ἔνστασιν πάντα τὰ παρʼ ἐμο(ῦ) ἐν καιρῷ τελευτῆς
καταλειφθησόμενα ἀκίνητα πράγματα κατὰ τε τὸν Ἑρμου-
πολίτην καὶ Ἀντινοίτην καὶ Πανοπολίτην τοὺς νομοὺς,
ἢ καὶ κατʼ ἑτέρους ὡς εἰκὸς διαγεῖται τόπους, ἔχειν δὲ οὐδὲν
ἧττον εἰς τὴν ἰδίαν ἔνστασι[ν κ]α̣ὶ π̣άντα τὰ κατὰ τὴν Ἀντ̣ι(νοέων)
60ἢ κατὰ τὴν Ἑρμουπολιτῶν διακείμενα παντο̣ῖά μο(υ) πράγματα
ἀκίνητα, ἐφʼ ᾧ τὴν ἐξ αὐτῶν παντοίαν συλλεγομένην
ἐτη̣σίαν πρόσοδόν δε(*) κα̣[ὶ] σ̣τεγανόμια δαπ̣α̣νᾶσθαι εἰς εὐσεβεῖς̣
δ̣ι̣α̣δόσεις. βούλομαι [δὲ κ]αὶ κ̣ε̣λεύω τ̣ὸ̣[ν αὐτὸν] ε̣ὐ̣λ̣α̣β̣έ̣σ̣[τα]τ[ον]
ἄ̣π̣α Πέτρον, ἤτοι τὸ δίκαιον τοῦ αὐτο(υ) ε̣ὐ̣αγ̣ο̣ῦ̣ς̣ μ̣ο̣ν̣α̣σ̣[τηρίο(υ)]
65τῶν ἄπα Σενούθου, τὴν διακειμένην μο(υ) κ̣[α]τὰ τὴν Ἀντινοέων
οἰκητικὴν πατρῷάν μο(υ) οἰκίαν̣, μετὰ π̣[αντὸς] α̣ὐ̣τ̣ῆς τοῦ δικαίο(υ)
καὶ στ̣άβλο(υ) καὶ οἰκοπέδων συνημμένω̣[ν τῇ] α̣ὐ̣τ̣[ῇ] οἰκίᾳ̣,
ἅμα τῇ ἐμῇ τελευτῇ διαπιπράσ[κε]ι̣ν̣, κ[αὶ τ]ὴν τούτων
ἀποτίμησιν διαδιδόναι εἴς [τ]ε ἀνάρρ̣ησιν α̣ἰ̣χ̣μαλώτων
70καὶ εἰς ἑτέρας εὐσεβεῖς δ̣ιαδόσεις. ἔτι βούλ̣ομαι τὸ[ν] αὐτὸν
εὐλ̣αβέστατον ἄνδρα, ἤτοι τὸ δίκαι̣ο̣ν̣ τ̣ο̣[ῦ] α̣ὐ̣τ̣ο̣(ῦ) μ̣οναστηρ[ί]ο(υ),
πάντα τὰ περιερχόμενα εἰς α[ὐτὸν] ἐκ̣ τ̣ῆ̣[ς] ἐ̣μ̣ῆ̣ς̣ μ̣ὲ̣[ν]
ὑποστάσεως, ἀνήκοντα δὲ τῷ εἰς ἐμ̣ὲ̣ [π]εριελθ[όντι]
κλήρῳ ἐ̣[ξ] ε̣[ὐ]σ̣εβε̣ί̣α̣[ς τ]ῆς μ̣ακαριωτάτη[ς μο(υ) γ]α̣μ̣[ετῆς],
75διαπιπράσκειν, καὶ τὴν τούτων ἀποτίμ̣η̣[σιν δια]δ̣ο̣[ῦ]ν̣α̣ι̣
ὡσαύτως ὑπὲρ ἁγίας προσφορᾶς τῆς αὐτῆς μακα̣ρ̣[ίας]
μο(υ) γυναικὸς ἢ καὶ εἰ[ς] ἑ̣[τ]έρας ε̣[ὐσεβεῖ]ς διαδόσεις ὑπὲρ ἀφέ̣σεως
[τῶν αὐτῆς πλημμελημάτων   ̣  ̣  ̣  ̣  ̣  ̣] πρὸ μνήμ[ης]
[αὐτῆς   ̣  ̣  ̣  ̣  ̣  ̣ βούλομαι δὲ καὶ κ]ελε[ύ]ω Φοιβάμμω[να]
80τ[ὸν εὐλα]βέστατον [π]ροεστῶτα τ̣[ῶ]ν̣ Ἄπα Μο(υ)σ̣α̣ί̣ο̣(υ) ἤ̣[το]ι̣ [τ]ὸ̣ δ̣ί̣κ̣[αιον]
τ̣[οῦ αὐτοῦ μον]α̣σ̣τ̣ηρί[ο(υ)], ἔχειν ε̣ἰ̣ς̣ τὴ̣ν οἰκείαν ἔνστασι̣ν
π̣ά̣[ν]τ̣α̣ [τὰ] ἐ̣ν κ̣α̣ι̣ρ̣ῷ τελ̣ευ̣τῆς̣ καταλε[ι]φθησόμενα
π̣α̣ρ̣ʼ ἐ̣μ̣[ο(ῦ) κινη]τ̣ὰ̣ πρά[γματ]α, [κ]αὶ ταῦτα ἔχειν ἐ̣ξ αὐτῶν διαδόσε̣ι̣ς
π̣ρ̣ὸ̣ς̣ [οὓς ἂ]ν̣ δ̣ο̣κιμά̣σ̣ῃ ἑαυτο(ῦ) θεοφίλεια· π̣έπο[ιθ]α γὰρ
85[τὸν αὐτὸν] θ̣εο̣σ̣[ε]β[έσ]τα̣τον ἄνδρ̣α̣ ὡς υ̣π̣  ̣  ̣θ̣  ̣ι̣ τ̣[ὰς] δ̣ό̣[σ]ε̣ι̣ς̣
ἀμειώτως ὑπὲρ ἀφέσεως τῶν ἐμῶν πλημμηλημάτων(*).
βούλομαι δὲ καὶ ἀ̣ξι̣ῶ τὴν προονομασθεῖσαν εὐγενεστ̣ά̣τ̣ην μο(υ)
πρὸς μητρὸς μάμμην ἔχειν δικαίῳ κληρονομίας
κτῆμα καλο(ύ)μενον vac. ? ὑπὸ vac. ? γεωργὸν
90διακείμενον ἐν vac. ?
μετὰ [πα]ντὸς αὐτοῦ τοῦ δικαίο(υ) καὶ μετὰ̣ π̣ά̣σ̣ης τῆς αὐτοῦ
περιοχῆς, καὶ τούτῳ βούλομαι αὐτὴν ἀρκεσ̣θῆναι, οὐδὲν ἕτερον
δικαίῳ φαλ̣κιδίο(υ) ἐπ̣ι̣ζητοῦσαν πρός τ̣[ε τ]ὸ δίκαιον τῶν
προρηθέντ̣ω̣ν̣ δ̣ύ̣[ο] μον̣α̣σ̣τ̣ηρίων ἤτοι πρὸς τοὺς προ-
95μνημονευ̣[θέντ]α̣ς̣ Π̣έ[τ]ρον κα̣ὶ̣ Φοιβά̣μμωνα τοὺς εὐλαβε[στάτους]
προεστῶτ̣α̣[ς τῶν ε]ἰ̣[ρ]η̣μ̣έ̣[νων] δ[ύ]ο μ[ον]α[στη]ρ̣ί̣ω̣ν̣,
τοὺς καὶ ἐμοὺς κληρονόμους, διὰ τὸ̣ κ̣α̣ὶ̣ τ̣ὰ̣ κ̣α̣τ̣α̣λ̣ε̣ι̣φθ̣έντα
αὐτοῖς ἐν ταύτῃ μο(υ) τῇ διαθή[κ]ῃ̣ [π]ροχω̣ρ̣εῖν εἰς εὐσεβεῖς
διαδόσεις. βούλομαι δὲ καὶ κελεύω ἅμα τῇ ἐμῇ τελευτῇ
100ἐλευθεροῦσθαι πάντας τοὺς ἐξ οἵου δήποτε κάσου ἢ προ-
φάσεως δούλους μο(υ) καὶ δουλίδ̣α̣ς μετὰ το(ῦ) πεκουλίο(υ) αὐτῶν,
καὶ δοθῆναι ἑκάστῳ παρὰ Πέτρο(υ) καὶ Φοιβάμμωνος τῶν
εὐλαβεστάτων ἐμῶν κληρονόμων προσάπαξ ἐξ ἰσομοιρίας ἀνὰ
νομίσματα ἓξ εὔσταθμα. βούλομαι δὲ καὶ κελεύω Ταδελφ̣ὴ̣ν̣
105τὴν τροφόν μο(υ) καὶ Λεοντίαν τὴν αὐτῆς θυγατέρα ἔχειν
ἐτησίως παρὰ Πέτρο(υ) καὶ Φοιβάμμωνος τῶν προγ̣εγ̣ρ̣αμμέ(νων)
ε̣ὐ̣[λ]αβεσ̣[τ]ά̣των ἤτ̣οι δ̣[ιὰ(?) τῶν] ἁγίων μοναστηρίων ἐμῶν
κληρονό[μων ἀ]δ̣ι̣[α]ν̣ε̣[μήτω]ς [νο]μ̣ίσματα δώ̣δ̣[ε]κ̣α εὔσταθμα κατʼ ἔ̣τ̣ο̣[ς].
Ρε  ̣α̣  ̣ δὲ τῇ τρο[φῷ] τ̣ῆς [τρ]ε[ισ]μ̣α̣κ̣α̣[ρ]ι̣ω̣[τά]τ̣η̣ς̣(*) \μ̣[ο(υ)]/ μη[τ]ρ̣ὸ̣ς̣ Λ̣ίας,
110πρὸς̣ [τ]ω(*) ἤδη δοθ[έντι α]ὐ̣τῇ λ̣η̣γ̣άτῳ κ̣α̣τ̣ὰ̣ δ̣ι̣αθήκα[ς α̣ὐ̣τ̣ῆ̣ς̣]
τ̣ῆς μακαριωτάτη[ς, βούλομαι Π]έ̣τ̣ρ̣ον καὶ [Φοιβ]ά̣μμωνα [τοὺ]ς
[εὐλαβ]ε̣σ̣τ̣[ά]τ̣ους καὶ ἐμ[οὺς κληρονόμους] δ̣ι̣δόν̣[αι]   ̣  ̣η̣  ̣ιση̣  ̣  ̣  ̣  ̣ς̣
Traces 4 lines
114-- -- -- -- -- -- -- -- -- --
v
-- -- -- -- -- -- -- -- -- --
1 ((tachygraphic-marks))
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar