Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Mil. Vogl. II 104 TM Nr. 12350

Affitto di terreno

Tebtynis (Arsinoites) 127, 8. Juni
Material Papyrus
Bemerkungen Zur Datierung vgl. BL VII, S. 119. Gehört zum Laches - Archiv.
Inhalt Vertrag, Pacht, Darlehen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀν[τιγραφον -ca.?- ].
Διο̣σ̣[κόρῳ Νεμεσίωνος τοῦ Ἀρείου Σωσικοσμείῳ τῷ καὶ Ζηνείῳ]
π[αρὰ] Π[ρωτᾶ] τ̣ο̣ῦ̣ Κρονίω[νος Πέρ]σ̣ου [τ]ῆ̣[ς ἐπιγονῆς, ἀπὸ - ca.9 -]
τῆς̣ Π[ολέμω]ν̣ο̣ς̣ μερί̣[δ]ο[ς] τ[ο]ῦ Ἀρσι[νοίτου νομοῦ.]
5βο̣ύ̣λομαι μ̣ι[σθώ]σασθα[ι παρὰ σοῦ εἰς ἕτη ἕξ ἀπὸ τοῦ εἰσιόντος ἐνδε-]
κ̣άτου ἔτους Αὐτοκράτορος Κ[αί]σαρος [Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τὸ ὑ-]
πάρχον σοι ἥμι̣σ̣υ̣ μέρ[ο]ς̣ κ̣ο[ινὸ]ν καὶ [ἀδιαίρετον πρὸς Πρωτοῦν Πατύνεως].
πάρχον σοι ἥμισυ μέρ[ο]ς [κ]ο[ινὸ]ν καὶ [ἀδιαίρετον πρὸς -ca.?- ]
ἀρουρῶν τριάκοντα ὀκ[τ]ὼ [ἡμί]σους τε[τάρτου κλήρου Βουβάλου ἐν μιᾷ]
10σφρ[αγῖ]δι περὶ κώμην Θ̣εογο̣ν̣[ίδα τῆς αὐτῆς προγεγραμμένης Πολέμω-]
νος μ̣ε̣ρί[δ]ος, ἐκφορίου ἐπὶ τ̣ὴ[ν] ἑ[ξαετίαν κατʼ] ἔτο[ς τοῦ πρ]ο[κει]μέν̣ο̣υ̣
ἡμίσους μέρους σὺν αἷς λήμ[ψο]μ[αι](*) [παρὰ σοῦ] σπερμάτων πυροῦ ἀρ-
τάβαις ὀκτὼ διμοίρου καὶ κ̣[ρ]ι̣θ̣[ῆς ἀρτάβῃ ἄλλ]ῃ μιᾷ τ̣οῦ {τοῦ} πα̣ν̣τὸς̣
κατʼ ἔτος πυροῦ ἀρταβῶν [ἑ]κατ[ὸν εἴκοσι μι]ᾶς ἡμίσους κ[α]ὶ κριθῆ[ς]
15ἀρταβῶν δεκατεσσάρων [καὶ θαλλοῦ κατʼ ἔτος πυρο]ῦ ἀρτά[βης].
ἡμίσους καὶ ἀλέκτορος ἀξίου δ̣ρ̣[αχμῶ]ν̣ τεσσάρ[ων] , π̣ά̣ν̣τ̣ω̣ν̣ δ̣ὲ̣
ἀνυπολόγων καὶ ἀκινδύν[ων], τὰ δὲ ἐκφόρια μέ[τρῳ ἑ]ξαχοινίκῳ
θησαυροῦ Θεογοδος(*), καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἐ[γὼ ὁ] μισθούμε[ν](ος)
[γ]εωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ [τοῦ] ἰδίου [τοῖς] δέουσι και-
20ροῖς, βλάβος μηδὲν ποιῶν, σπ[εί]ρων τὰς ἀρούρας κατʼ ἔτος
τὸ μὲν ἥ[μ]ισυ μέρος πυρῷ, τὸ δ[ὲ λο]ιπὸν ἥμ̣[ισυ ἐπὶ] μὲν τὰ πρῶ-
τα [ἔ]τη πέν[τ]ε οἷς ἐὰν αἱ[ρ]ῶμα[ι πλὴ]ν̣ κν̣ή̣κ[ου, ἐν δὲ τ]ῷ ἐσχάτ[ῳ]
ἔ̣τ̣ει ἀνα[πα]ύσω τὸ α̣ὐ̣τ[ὸ] ἥ[μισυ μέρ]ος χό̣ρτ̣ῳ̣ κατ[α]β̣ρώ-
μα[τος προβά]των κα̣ὶ̣ κοιτα̣σ̣[μῷ], καὶ τὰ ἐκφόρια ἀποδώ-
25σω σοι κατʼ ἔτος ἐμ(*) μη̣ν̣ὶ̣ Π[αῦνι ἐφʼ] ἅλῳ νέα [κα]θαρὰ ἄδολ̣[α],
τῶν δημοσίων φολέτρων(*) [ὄντων] π̣[ρὸ]ς̣ ἐ̣[μὲ] τὸν [Π]ρω[τᾶν,]
τῆς δ[ὲ] π̣α̣ρ̣αγωγῆς τῶν ἐκφορί[ω]ν πρ[ὸ]ς σὲ τὸν Διόσκ[ορον,]
[το]ῦ δὲ διδο[μ]ένου ὀνηλακτικο̣[ῦ] πρ̣ὸ̣[ς] ἐμὲ τὸν Πρ[ωτᾶν.]
ἔσχον δὲ παρὰ σοῦ ἅμα τῷ ἀναφορί[ῳ] εἰς προχρείας λόγο[ν]
30ὧν ἐπιτελέσω ἐν τῷ κλήρῳ ἔ̣ργων ἀργυρίου δραχμὰς
πεντήκοντα <ἃς> \καὶ/ ἀποδώσω σοι ἀτοκεὶ(*) τῷ ἐσχάτῳ ἔτει τῆς μι[σ-]
θώσεως ἅμα τῇ τῶν ἐκφορίων π̣αραδόσ[ει ἀ]νυπερθέ-
τως, καὶ μετὰ [τὸν] χρόνον παραδώ[σ]ω τον(*) μισθούμενο(ν)
ἥμισυ μέρος καθαρὸν ἀπὸ ἀκρώ[στεως](*) [δ]ίσης(*)πάσης. βε-
35βα̣ι̣ώσις̣(*) [δ]έ μοι τὴν μίσθωσιν καὶ καθαρ[ὰν] ἀπὸ δημο-
σίων καὶ ἀμεταμίσθωτα καὶ ἀναυ̣[τού]ρ[γ]ητα καὶ [ἀν]υπέρβολον,
ἐὰν φαίνηται μισθῶσαι. Πρωτᾶς Κρονίωνος ἐπι[δέδ]ωκα τὸ ἀ-
ναφόριον καὶ ἔσχον τὰς δραχμὰς πε[ντήκοντ]α καὶ
ἀποδώσω τῷ ἐσχάτῳ ἔτι(*) καθὼς πρόκιτα[ι. (ἔτους) ἑ]ν̣δε-
40κ̣ά̣του Αὐτοκράτορος Καίσαρος Τραια[νο]ῦ Ἁδρ[ιαν]οῦ Σεβαστ(οῦ)
Παῦνι τεσσαρεσκαιδεκάτῃ.
(hand 2) Διόσκορος ἔ[σχ]ο̣ν τὸ προκίμενον ἀντί[γ]ρ[αφον ἀ]ν̣α̣φ[ο-]
[ρίου   ̣  ̣  ̣  ̣  ̣] αρ̣π̣  ̣[  ̣  ̣  ̣]η̣[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]μ̣
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar