Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Merton II 91 TM Nr. 11939

Petition to the Strategus

Karanis (Arsinoites) 316, 31. Jan.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 209; X, S. 121; XII, S. 118 BL online
Bemerkungen Zur Datierung vgl. BL VI, S. 79. Gehört zum Archiv des Aurelius Isidoros. Kopien: P.Cair. Isid. 74.
Inhalt Eingabe, Aurelius Isidorus an den Strategen Octavius, Vorladung seiner Prozeßgegner, Kopie seiner ursprünglichen Eingabe mit subscriptio des Präfekten, Pacht, Land, Teilung der Ernte
Erwähnte Daten
  • Z. 5-21: 27. Dez. 315
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Αὐρηλίῳ Ὀκταυ̣ί̣ῳ κρατίστ̣ῳ̣ στρατηγῷ Ἀρσι(νοΐτου)
παρὰ Αὐρ̣ηλί̣[ου Ἰσιδώ]ρ̣ου Πτολ̣ε̣μα̣ί̣ου ἀπὸ κώμης Καραν̣ίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι Αὐρηλίῳ Ἀντωνί̣ῳ̣ μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγέθους αὐτοῦ εὐεργετικωτά-
της ὑπογρ[αφῆς] τὸ ἀντίγ̣ρ̣αφον ἑξῆς ἐντάξας ἐ̣πιδίδω̣μί σοι, στρατηγῶν ἄριστε, ἀξιῶν τούτω̣ν̣ τὸ ἴσον ἐπισταλῆναι διʼ ἑνὸς τῶν περὶ σε ὑπηρε̣[τῶ]ν̣ τοῖς αἰτιαθῖσιν(*) ὑπʼ ἐμοῦ Ἀμμωνιανῷ καὶ Κάστορει(*)
ἀπὸ τῆς αὐ[τῆς κώ]μης οἰκοῦσιν ἐν κώμῃ Βουβάστῳ ἵνʼ εἴδωσιν καὶ προσκαρτερήσωσιν τ̣ῷ̣ σῷ δικαστηρίῳ ἄχρις̣ ἂν τὰ μετοξὺ(*) ἡμῶν πέρατος̣ [τύ]χ̣ῃ. διευτύχει. ὑπατίας(*) Κεκινίου(*) Σαβείνου(*) καὶ Οὐεττίου
5Ῥουφίνου τ[ῶν λαμπ]ρ̣οτάτων Μεχεὶρ ε. ἐστὶ δέ· Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγε̣μ̣όνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτ̣ολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσι(νοΐτου) νομοῦ.
πᾶσι μὲν βοη[θεῖν] εἴωθεν ἡ σὴ περὶ πάντα κηδεμον̣ί̣[α], ἡγε̣μὼν δέσποτα, ἐξαιρέτως [δ]ὲ ἡμεῖν(*) τοῖς μετρ̣ί̣[ο]ις καὶ καλῶς εὖ β̣ιουντες(*). τὸ̣ δὲ̣ κ̣α̣τ̣ʼ ἐμὲ πρᾶγμα τοῦτον ἔχει τὸν τρόπον· βίαν καὶ ἀγνωμοσύνην
παθών, κύριε, ὑπὸ Κά̣στορος καὶ Ἀμμωνιανοῦ ἀπὸ τῆς αὐτῆς κώ̣μης περὶ τῆς τῶν πα[ρ]α̣ν[ομούντω]ν τ̣ούτων ἀνδρῶν καὶ ἀγνωμοσύνην πλίστην(*) πε[π]οιηκότων μοι, ἐπιδή(*), δέσποτα, ἐμισθωσάμην παρὰ
Κάστορος καὶ Ἀ̣μμ[ω]ν̣ιανοῦ σιτικὰς ἀρούρας εἴκοσι πέντε ἢ ὅσα̣[ι] ἐὰν ὦσι ἐπὶ κοινωνίᾳ ἡμισου(*) μ[έ]ρ̣ους πρὸς μ̣[όνην] τ̣ὴν τοῦ ἐνεστῶτ̣ο̣ς̣ ἔ̣τ̣ο̣υ̣ς̣ σπορὰ̣ν̣ [ἐ]μ̣οῦ πλέον τὴν τῶν ἀρουρῶν ἐργασίαν τὰ μέχρι τῆς
συνκομιδῆς, τῶ[ν] σ̣περμάτων διδομένων ὑπʼ ἐ̣μοῦ τοῦ Ἰ̣σιδώρου ἐκ προχρίας(*), τοῦτʼ ἐστί· π̣αρέσχον αὐ̣τ̣ίκ̣α̣ εἰς κατασπο̣ρ̣ὰν σίτου (ἀρτάβας) κ̣ κ̣ρ̣ιθῆς (ἀρτάβας) ϛ καὶ φασήλου [(ἀρτάβας)] γ̣, ἀλλὰ μὴν̣
10καὶ εἰς ἐντ[ὸ]ς ὑ[πο]σχισμῶν μισθων(*) τετραπόδων ζε̣ύ̣γη ἑξήκοντα ἀργυρίου τάλαντ̣α̣ δεκάπεντε καὶ ὑπὲρ τιμῆς   ̣α̣  ̣τ̣ι̣ου τάλαντα δύ̣ο̣ , καὶ ἐν χρήσι(*) λαβόντες παρʼ ἐμοῦ ἐγγράφως καὶ ἀγρά-
φως εἰς [ἰ]δίαν αὐτῶν χρίαν(*) ἄλλα ἀργυρίου τάλ[α]ν̣τα ὀκτὼ καὶ σάκκον τρίχινον καινὸ̣ν̣ ἕνα καὶ σίτου ἄλλας (ἀρτάβας) κβ 𐅵̣ καὶ φασήλου (ἀρτάβας) ι̣η̣ καὶ τὰ ἀναλωθέντα ὑπʼ ἐμοῦ ἐκ τῶν ἡμετέρω(ν)
ὑπὲρ μισθῶν̣ τ̣οῖς θερισταῖς ὁμοίως σίτου (ἀρτάβας) κ̣δ, μηδὲν κακὸν προσδοκήσ[αν]τός̣ μ̣ο̣υ̣ ὑπὸ τ̣ούτων παθῖν(*), ν̣ο̣μίσας τούτους πίστιν μοι ἀνασῴζειν, οἱ δὲ αὐθαδίᾳ
χρεώμενοι(*) ἀλόγως καὶ ῥιψοκι[ν]δ̣ύνως παρὰ του̣ς̣ νόμους μὴ ε̣ὐ̣λαβηθέντ̣αις(*) ὀλίγον φόβον τοῦ ἐμοῦ δεσπ̣ό̣του ἀπελθόντε̣ς ἄνευ τῆς ἐμῆ̣ς γνώμης παντ̣[ας](*) τὰς ἁλωνίας
ἃ̣ς ἔχω ἅμα αὐτοῖς ἐπικοινων[ου]ν̣των(*) ἐβάσταξαν εἰς τὸ ἴδιον, καὶ δὴ ἐ̣μοῦ ταῦτ[α] μαθόντος παραγ̣ε̣νομινος(*) ἐπὶ μι̣ᾷ̣ ἁ̣λωνίᾳ σίτου καὶ δικαιολογησάμενος πρὸς τὸν̣ Κ̣[άσ]τ̣ο̣ρ̣α̣ ἐπὶ παρόντω(ν)
15μαρτύρων τούτ̣ο̣υ̣ ἀποταξαμένου μ[οι] καὶ μηδὲν δεδω̣κ̣ό̣τ̣ος μοι ἀνεχώρησα. ἐπὶ(*) οὖν π̣ά̣μ̣πολλα π̣ροέχρησα αὐτοῖς ἐγγράφως καὶ ἀγράφως ὅθεν μὴ δυνόμενος(*) πρὸς αὐτοὺς
βιβλία ἐπιδ̣[έδω]κα τῷ τοῦ νο̣μ̣[οῦ στ]ρ̣ατηγοῦ(*) καὶ τ[ῷ] πραιποσίτῳ τοῦ πά[γ]ου περὶ τῆς αὐ[τῶ]ν̣ ἀγνωμ̣ο̣σ̣ύ̣ν̣η̣ς̣. ἠ̣πίχθην(*) οὖν τ̣ὴ[ν] κ̣αταφυγὴν ποιήσασθαι πρὸς τοὺς σ̣οὺς τοῦ ἐμοῦ κυρίου πόδας δεόμενος καὶ παρα-
καλῶν ἄνθρωπος μέτριο̣ς̣ κατὰ τ̣ὸ̣ π̣[αντε]λὲς σχεδὸν τ̣ρ̣ο̣[φῶν]   ̣  ̣  ̣ιων ἀναγ[κα]ίων ἐπενδεό̣[με]ν̣ο̣ς̣ ὅπως κελεύσῃς διʼ εὐεργετικ̣ω̣τάτης σου ὑπογ̣ρ̣α̣φ̣ῆς ἐπαναγκασθῆναι τ[οὺς] π̣[ροειρη]μένους ἀπ̣ο̣καταστῆ-
σαί μοι τὰ προκίμενα(*) προνοίᾳ οὗ ἐὰν̣ [τὸ με]γ̣αλεῖόν σου δοκιμά̣σ̣[ῃ], ἵνα δυνηθῶ ἐκ [σῆ]ς βοηθείας ἀπολ̣[α]ύειν τῶν ἰδίων καὶ συμμένιν(*) με ἐν τῇ ἰδίᾳ,
καὶ τούτου τυχὼν εἰς ἀεὶ τῇ τύχῃ σου χάριτας μεγίστας ὁμολογήσω. δι(ευτύχει). Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. [Αὐ]ρ̣ήλιος Θέων ἔ̣[γ]ρ̣αψα ὑπὲρ αὐτοῦ γ̣ρ̣άμματα μὴ εἰδότος. ὑπατίας(*) τῶν δεσποτῶν [ἡ]μῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ (τέταρτον), πρὸ ϛ
20καλανδῶν Ἰανουαρίων, Χοιὰκ λ. ὁ [ἐξ]άκτωρ παρ̣ό̣ντος τοῦ σ̣ε̣ ἀδικοῦντος μέρους κατὰ τοὺς νόμους διαλαβὼν μεταξὺ ὑμῶν
τοῦτο πο̣ιήσει γενέσθα̣ι ὅπερ ὁ δίκ[α]ι̣ος λόγος ἀπαιτεῖ, δηλαδὴ εἰ μὴ ἡγ̣οῖτο ἑτέρα ἐντυχία. κολ(λήματος) ξγ, τόμου α.
(hand 2) Αὐρήλιος Ἰσίδωρος ἐ̣π̣ι̣δέδωκα. Αὐρ̣ή[λι]ο̣ς̣ Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτ̣(οῦ) ἀ̣γ̣ρ̣(αμμάτου).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar