Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ἱπποκράτης Νικάνορι χαίρειν. οὐ νῦν με πρῶτον ἀδικεῖν ἐπ̣[ιχειρεῖς],
ἀλλὰ ἀεὶ διατελεῖς παροινῶν με, καταγνούς μου τῆς εὐηθίας. εἰ̣ [δὲ καὶ οἴει]
τὸ μὴ ὄν, ἐξ ἐμοῦ δεῖν εἶναι τὴν πρᾶξιν τῶν Α (δραχμῶν) καὶ οὐχὶ ἐκ το̣[ῦ ἐγγύου],
οὔπω δήπου σε ἔδει εἰς ἀλλοτρίαν οἰκίαν, οὗ ἐγὼ τυ[γχάνω ὤν, εἰσελθόντα]
5παροινεῖν γυναῖκα ἐλευθερίαν καὶ παρασφραγίζεσθαι ἀλλότρια [σκεύη ὧν σοι]
οὐθὲν προσῆκόν ἐστιν. ἀλλὰ περὶ \μ[ὲ]ν̣/ τούτων αὐτὴ Φίλα ἡ κυρία τῆ̣[ς οἰκίας],
[ἐὰν βού]ληται, \ἑ/α̣υτῆ̣ι βοηθήσει ὡς ἂν Ἑρμάφιλος παραγένηται καὶ π[αρέχηι]
τὸ δίκαιον λαβεῖν παρὰ σοῦ· ἕνεκεν δʼ ἐμοῦ, ὅπως τὸν ἔγγυον μηδʼ ἐν̣[οχλῆις],
ἐμὲ δέ, ἐάνπερ δύνηι, καὶ ὕβριζε καὶ ἄπαγε. πειράσομαι γὰρ ἐμαυτῶ[ι βοηθῆσαι].
10πλὴν γνώριζε ἄτοπος ὢν καὶ ὅσωι ἄν τίς σου ἐπιμέληται [- ca.10 -]
τοσούτωι μᾶλλον ἐπεμβαίνεις. καὶ τοῦτο οὐκ ἐγὼ μόνος̣ λ̣έγω, ἀλ[λὰ πάντες]
οἱ ἐν τῆι πόλει· οὕτω πασίφιλος εἶ.
ἔ̣ρ̣ρ̣[ωσο]. (ἔτους) [ -ca.?- ]