UPZ I 108 Z. 1 - 20 TM Nr. 3500 (HGV Nr. 3500a)

Schreiben des Timonikos und die neue Bittschrift

Memphis 99 v.Chr., 21. Okt.
Andere Publikationen P.Leid. I H; Z. 4-20: C.Ord.Ptol. 63
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 363
Inhalt Korrespondenz (amtlich), Timonikos an den Epistates des Anubieions, Enteuxis des Petesis, Schutz seines Hauses, Errichtung einer Tafel mit königlicher Anordnung
Erwähnte Daten
  • Z. 4-7: 21. Okt. 99 v.Chr.
  • Z. 8-20: 21. Okt. 99 v.Chr.
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Τιμόνικος τ[ῶ]ι τ[ο]ῦ Ἀνουβιε[ίο]υ [ἐ]π[ιστά]τει(*) χαίρε[ιν].
περὶ τῶν κατὰ Π[ε]τῆσιν ἀρχεντ[α]φι[αστ]ὴν ἀντίγραφον ὑπόκει[τ]αι ὅπως εἰδῇς.
ἔρρωσο. (ἔτους) ιϛ Φαῶφι ε.
βασιλεὺς Πτολεμαῖος ὁ ἐπικαλούμε[νο]ς Ἀλέξανδρος καὶ βασίλισσα Βερενίκηι(*) ἡ ἀδελφηι(*)
5[Ἀ]πολλωδώρωι χαίρειν καὶ ἐρρῶσθαι. τῆς δεδομένης ἡμῖν ἐντεύξεως παρὰ Πετήσιος,
[π]ερὶ ὧν προφέρεται παρʼ ἕκαστον σκύ[λ]λεσθαι ὑπʼ ἐνίων, ἀντίγραφον συνεσφράγισται. γινέσθω
[οὖ]ν ἕκαστα καθὼς ἀξιοῖ. ἔρρωσο.
βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδ[ρωι] θεῶι Φ[ι]λομήτορι καὶ βασιλίσσηι Βερενίκηι τῆι ἀδελφῆι
[θεᾶι Φιλα]δέλφωι χαίρειν.
10Πετῆσις Χενούφιος ἀρχενταφιασ[τὴ]ς τοῦ Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν <ἀειζῴων> μεγίστων.
χρείας πλείους καὶ ἀναγκαίας παρεχόμενος τοῖς προγεγραμμένοις θεοῖς <τὰς χεῖρας αὐτοῖς προσφέρων> καὶ <τὰς> ὑπὲρ ἡμῶν,
μέγιστοι θεοὶ <καὶ> νικηφόροι, εὐχὰς καὶ [θυ]σίας ἐπιτελω(*) διδόναι ἡμῖν(*) ὑγίειαν νίκην κράτος
σθένος κυριείαν τῶν ὑπὸ τὸν οὐρα[νὸ]ν χωρῶν, σκυλλόμενος δὲ καὶ παρʼ ἕκαστον διασει-
[όμ]εν[ο]ς ε[ἰ]κῆι <καὶ ὡς ἔτυχεν ὑπό τινων ἐπὶ τῶν τόπων> [τ]ὴ[ν] ἐφʼ [ὑ]μᾶς κατ[α]φ[υγὴ]ν πεποίη[μα]ι [καὶ ἀ]ξιῶ δεόμ[ε]ν[ος, ἐὰ]ν δοκῆι, προσ-
15[τ]άξαι Φιλ[ο]κράτει [τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι] ἐγδοῦν[α]ι(*) [περὶ ἐμο]ῦ καὶ [τῆς] οἰκίας
[μου ἐντο]λὴν περι[έχουσαν μη]θενὶ ἐξ[εῖν]αι εἰσβιάζεσθαι εἰς τὴν δηλουμ[έ]νην [οἰ]κ[ίαν]
[- ca.15 -]   ̣  ̣  ̣  ̣ μηδʼ ἐκ ταύτης περισπᾶν κατὰ μηδένα τρόπον μηδὲ <διασείειν με μηδὲ>
[ἐπ]ιβ[άλλ]ειν μοι τὰς χ[εῖ]ρ[ας καί,] <ἐὰν δοκῆι,> ἐπʼ αὐτῆς δε(*) τῆς οἰκίας μου προθεῖναι ἐν λευκώματι, ἵνα
τυχὼν τῆς παρʼ ὑ[μῶ]ν φιλ[α]ν[θ]ρ[ω]πίας ἐπιτελῶ [τὰς τῶν θεῶ]ν λειτουργίας.
20εὐ[τυχεῖτε].
(hand 2) βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι χαίρειν
Πετῆσις Χενούφιος ἀρχενταφιαστὴς Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν <ἀειζῴων> μεγίστων. τῆς κατʼ ἐμὲ χρείας οὔσης μεγάλης <καὶ>
ἀναγκαίας ἕνεκα τοῦ τὸ πλεῖον τοῖς προγεγραμμένοις θε[οῖς] τὰς ὑπὲρ σοῦ, μέγιστε βασιλεῦ, ἐπιτελεῖν εὐχὰς καὶ θυσίας, διὸ καὶ ἐν τῶι ιϛ (ἔτει)
Φαωφί(*) ἐπέδωκα ἔντευξιν, καθʼ ἣν ἐσήμαινον ὑπʼ ἐνίων σκύλλεσθαι καὶ διασείεσθαι εἰκῆι παρʼ ἕκαστον ἀξιώσας προστάξαι Φιλοκράτει
25τῶι συνγενεῖ καὶ ἐπιστολογρά(φωι) ἐγδοῦναι(*) περὶ ἐμοῦ καὶ τῆς οἰκίας μου ἐντολὴν περιέχουσαν μηδενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς ⟦τὴν δηλο⟧ \αὐτὴν/
μηδὲ ἐκ ταύτης περισπᾶν {μηδέν[α]} κατὰ μηδένα τρόπον [μ]ηδὲ ἐπιβάλλειν μοι τὰς χεῖρας, προθεῖναι δὲ καὶ ἐπὶ τῆς
οἰκίας μου λεύ[κ]ωμα πε[ρ]ὶ τούτων, ἀπὸ δὲ ταύτης γραφέντος Ἀπο[λ]λοδώρωι τῶι γενομένωι τοῦ νομοῦ στρατηγῶι
γίνεσθαι ἕκαστα καθὼς ἠ[ξ]ίουν, ὅν   ̣  ̣  ̣ \καὶ/ [  ̣  ̣  ̣  ̣  ̣]   ̣  ̣  ̣ [  ̣  ̣]μο̣υ̣ [  ̣  ̣]   ̣  ̣  ̣τος δ[έ] μοι ὑπὸ Τιμονίκου τοῦ πρὸς τῆ[ι σ]τρατηγίαι πρὸς τὸν [τοῦ]
Ἀνουβιείου ἐπιστάτην π[ε]ρὶ τούτων χρημα(τισμοῦ) καὶ ἑκάστων πρὸς τέλος ἀχθέντων, προτεθέντος δὲ καὶ πρὸ τῆς οἰκίας μ[ου]
30ἐ̣ν̣ λευκώμα(τι) τοῖς τε Ἑλληνικοῖς καὶ ἐνχω(ρίοις) γράμμασιν τοῦ προγράμμα(τος), ἐφʼ οἷς ⟦καὶ⟧ ἔχοντός μου αἰώνιον χάριν, οὐκ [  ̣  ̣  ̣  ̣  ̣]
Νουμήνιος ὁ κατασταθεὶς πρὸς τῆι στρα(τηγίαι) τοῦ αὐτοῦ νομοῦ παραβὰς τὰ ὑπὸ σοῦ, μέγ[ιστε] βασιλ(εῦ), προστετα(γμένα), ἐπελθὼν ἐπὶ τὴν
σημαινομένην μου οἰκίαν ἐσκύ(λεν) ταύτην οὐ μετρίως καὶ τὰ ἔνδον ὄντα μου ἔπιπλα ἐλαφύρευσεν ⟦  ̣  ̣  ̣ίζων τῆι⟧
προαιρούμενος οὖν, μέγιστε βασιλεῦ, καινὴν ἐπιστολ(ὴν) γρα[φ]ῆναι Ἀρίσ[τ]ωνι τῶι τοῦ αὐτοῦ νομοῦ στρα(τηγῶι) περὶ τού\των/ διὰ τὸ προορᾶσθαι
μήποτε τοῖς αὐτοῖς περιπεσῶ, δέομαί σου προστάξαι Αρ  ̣  ̣  ̣  ̣ωι τῶι σ(υγγενεῖ) καὶ ἐπιστολογρά(φωι) γρά(ψαι) τῶι Ἀρίστωνι μηδενὶ ἐξεῖναι εἰσβία(ζεσθαι)
35[ε]ἰς τὴν δηλο(υμένην) οἰκίαν μηδʼ ἐκ ταύτης περισπᾶν, κατακολουθεῖν δὲ [καὶ] τοῖς περὶ ἐμοῦ πρότερον προστετα(γμένοις) καὶ νῦν ἐπιχ̣[ωρη]θ̣ησομέ(νοις) ?.
τούτου γὰρ γενομ(ένου) ἔσομαι πεφιλανθρω(πημένος). [ε]ὐτύ(χει).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar