Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐπισ̣[τ]άτας τῶν φυ[λ]ακιτῶν γεγ̣ραμμένων ἐπιστολῶν ὑποτεθεί-
κ[αμέ]ν̣ [σ]ο̣ι τὸ ἀντίγ̣ραφον, κ[α]ὶ̣ ὑμ̣εῖς οὖν διαστείλασθε τοῖς παρʼ αὑτῶ̣ν
τετ̣[αγ]μένοις̣ κατὰ τόπον πρά̣σσειν καθάπερ ἐπεστάλκαμεν
5γιν̣[ώσκ]οντες̣, ὅτι τοῖς παραβαίνου̣σι τὰ {τὰ} ὑφʼ ἡμῶν προστε-
ταγ̣[μέ]να̣ π̣ροσ̣ενεχθη̣σόμεθα, καθότι προσῆκόν ἐστιν.
ἔρρωσο. (ἔτους) κβ, Δαισίου κϛ Χοιὰχ κϛ.
βασιλ[ε]ὺς̣ Π̣τ[ο]λεμ̣αῖος Συννό̣μωι χαίρειν. προσπέπτωκεν̣ ἡμῖν
——
ἄλλο μ̣έ̣ρος·
10τὰς δʼ ἀ̣νακρίσεις διεξάγετ[ε] κατὰ τὰ διαγράμματα καὶ τὰ ὑφʼ ἡμῶ[ν]
καὶ τ[ο]ῦ̣ πατρὸς καὶ τῶν προγ̣όνων προστεταγμένα, καὶ τοὺς μὲν̣
εἰκῆι κ̣[α]ὶ ἀπροσσκέπτως(*) ἀνάγο̣ντάς τινας ἐπιπλήσσετε,
καθ̣[ότι π]ρ̣οσῆ̣κ̣[ό]ν ἐστιν, τ[οὺ]ς̣ δὲ διαφορᾶς ἢ σεισμοῦ χάριν κατα-
πέ[μπετε] πρὸς ἡμᾶς παρ̣α̣χ̣ρῆμα. τὸν αὐτὸν δὲ τρόπον καὶ
15[τοὺς ἐπ] ὀνόμα[τ]ος τὰς π̣ροσαγγελίας ποιουμένους τῶν
[- ca.11 - τ]ῶ̣ν δὲ [κ]α̣θʼ ὑ[πό]ν̣οιαν διδόντω̣ν̣ ποεῖσθε(*)
[καταπομπὴν πα]ρ̣α̣χρῆ̣[μ]α̣, καὶ̣ ἐ̣ὰ̣ν μέν τι αὐτῶ̣ν κατα-
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ κατα]κο̣λ̣ο̣υ̣θ̣[οῦν]τε̣ς̣ τ̣οῖς προκειμένοις χρηματ̣ι̣σ̣μ̣οῖς
α̣λλ̣ο̣τ[ ̣ ̣ ̣]τ ̣[ ̣ ̣ ̣ ̣]τ̣ο̣υς. ἐὰ̣ν̣ δʼ εἴς τ[ιν]ας μὴ̣ παρόντας ὁρισμὸς
20γ̣ένητ̣[αι, ̣ ̣] ̣[ ̣]ά̣[γετ]ε τοὺς̣ [ἀ]ν[θ]ρ̣ώ̣π[ο]υ̣ς, ἵνα μὴ πρὸ κρ̣[ί]σεως
[- ca.15 -] κακουργ[ία]ς γ[έ]νωνται, καὶ καθόλου προσέχετε
[τοῖς ὑφʼ ἡμῶν προσ]τ̣εταγμ[έ]νοις διαλαμβάνοντες, διότι προσ-
[ε]ν̣εχθ̣η̣[σό]μεθ[α τοῖ]ς̣ παρὰ τ̣α̣[ῦτ]α πράσσουσι, καθότι προσῆκόν ἐστιν.
(ἔτους) κβ.