Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[Ἀπία ̣ ̣ ̣ ̣] Σεραπιάδι τῇ κυρίᾳ
μ̣[η]τ̣ρ̣ὶ χαίρειν.
πολλά σε ἀσπάζομαι, κυρία, εὐχο-
μένη σοι τὰ κάλλιστα. κόμισαι,
5κυρία, \παρὰ τῆς ἠπητρίας/ τὰ κρόκινα ὀθονείδια(*) τῆς
θυγατρός σου, χιτῶνα καὶ ἡρα-
τιανόν, καὶ Ἡρακλάμμωνι
χ̣[ι]τῶνα. νομίζω δὲ ὅτι ἐπιγ\ν/ώσει
π̣ο̣ῖ̣ά ἐστιν τὰ τῆς θυγατρός σου.
10αὐτὰ γὰρ εἰς ἀμφότερα ε̣ἵ̣λιξα.
ἡ ἠπήτρια μεταδώσει σοι διὰ λόγων
ὅσα αὐτῇ εἶπον. λείαν(*) γὰρ ὀψαί(*) σοι
ταῦτα ἔγραψα. Ἄγαθος δὲ τῇ ἐνά-
τῃ τάχα πρὸς σὲ γείνεται ἐνέγ-
15και σοί τινα πρὸς τὴν ἑορτήν. ὥσ-
τε, κυρία, μ̣ὴ̣ μετεωρίζου, κα-
λῶς διάγομεν. Σερῆνως(*) ὁ υἱός
σου πολλά σε ἀσπάζεται, καὶ
Λούκις καὶ Τεχῶσις καὶ τὰ παιδία
20καὶ Τααμόις καὶ ο\ἱ/ ἡμῶν πάντες.
τοὺ\ς/ ἡμῶ[ν] ἀσπάζομαι. Λουκάμ-
μωνα τὸν ἀδελφὸν πολλὰ ἀσ-
πάζομαι, οὗ δέομαι γράψαι
ἡμεῖν(*) ἠ(*) ἐκομίσατο τὸν χιτῶ-
25να αὐτοῦ παρὰ τοῦ Λεύκου, ἐπεὶ
Βηρύλλος ἐπελάθετο αὐτὸν ἆραι.
Ἀλέξανδρον καὶ Κυριλλοῦν πολ-
λὰ ἀσπάζομαι.
ἐρρῶσθαί σε εὔχομαι.
vμ̣[η]τ̣ρ̣ὶ χαίρειν.
πολλά σε ἀσπάζομαι, κυρία, εὐχο-
μένη σοι τὰ κάλλιστα. κόμισαι,
5κυρία, \παρὰ τῆς ἠπητρίας/ τὰ κρόκινα ὀθονείδια(*) τῆς
θυγατρός σου, χιτῶνα καὶ ἡρα-
τιανόν, καὶ Ἡρακλάμμωνι
χ̣[ι]τῶνα. νομίζω δὲ ὅτι ἐπιγ\ν/ώσει
π̣ο̣ῖ̣ά ἐστιν τὰ τῆς θυγατρός σου.
10αὐτὰ γὰρ εἰς ἀμφότερα ε̣ἵ̣λιξα.
ἡ ἠπήτρια μεταδώσει σοι διὰ λόγων
ὅσα αὐτῇ εἶπον. λείαν(*) γὰρ ὀψαί(*) σοι
ταῦτα ἔγραψα. Ἄγαθος δὲ τῇ ἐνά-
τῃ τάχα πρὸς σὲ γείνεται ἐνέγ-
15και σοί τινα πρὸς τὴν ἑορτήν. ὥσ-
τε, κυρία, μ̣ὴ̣ μετεωρίζου, κα-
λῶς διάγομεν. Σερῆνως(*) ὁ υἱός
σου πολλά σε ἀσπάζεται, καὶ
Λούκις καὶ Τεχῶσις καὶ τὰ παιδία
20καὶ Τααμόις καὶ ο\ἱ/ ἡμῶν πάντες.
τοὺ\ς/ ἡμῶ[ν] ἀσπάζομαι. Λουκάμ-
μωνα τὸν ἀδελφὸν πολλὰ ἀσ-
πάζομαι, οὗ δέομαι γράψαι
ἡμεῖν(*) ἠ(*) ἐκομίσατο τὸν χιτῶ-
25να αὐτοῦ παρὰ τοῦ Λεύκου, ἐπεὶ
Βηρύλλος ἐπελάθετο αὐτὸν ἆραι.
Ἀλέξανδρον καὶ Κυριλλοῦν πολ-
λὰ ἀσπάζομαι.
ἐρρῶσθαί σε εὔχομαι.