P.Fouad I 87 TM Nr. 37232

Mauvaise administration d'un supérieur de monastère

Aphrodites Kome (Antaiopolites) VI
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XIII, S. 98 BL online
Bemerkungen Zum Ort vgl. BL VII, S. 58. Datierung: 27. (28.) Febr., 2. Indiktion. Zu Z. 21f. vgl. Festschrift J. Latacz, S. 365 und P.Petra II 17,160-62 Anm.
Inhalt Brief, Bericht, Kloster, Verwaltung, Andreas an Georgios
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r

⳨ κατὰ τὴν δευτέραν τοῦ παρόντος μηνὸς Φαμενὼθ
κατέλαβεν τὸν ὅρμον τοῦ μοναστηρίου Ἀφροδιτοῦς ὁ μεγαλοπρ(επέστατος)
κόμες Ἰωάννης, πέμψας μοι γράμματα τῆς σῆς θεοφιλοῦς εὐτεκνίας,
καὶ ἐκ τούτων γνοὺς τὴν ῥῶσιν αὐτῆς, ἐδόξασα τὸν δεσπότην Θεὸν·
5προετρεψάμην δὲ τὴν αὐτοῦ μεγαλοπρέπειαν ἀνελθεῖν εἰς τὰ
μοναστήρια καὶ ἐπισκέψασθαι τὴν τούτων διοίκησιν. οὐκ ὑπέσχετο
τέως τοῦτο ποιῆσαι, ἀλʼ(*) ὅμως ὡς ἐξήλθαμεν τῇ τρίτῃ ἕωθεν
εἰς τὸ κτῆμα τὸ λεγόμενον Περνίς, μετεστειλάμην(*) αὐτὸν ἐκεῖσε,
ὀφείλων διαλεχθῆναι αὐτῷ τὰ εἰκότα ἰδιαζόντως πρὸ τοῦ ἀνάπλου
10ἡμῶν, καὶ φθασάσης τῆς αὐτοῦ μεγαλοπρεπείας, κατέλαβαν(*) καὶ
οἱ εὐλαβέστατοι ἀδελφοὶ τοῦ μοναστηρίου Στρατονικίδος, κατα-
κράζοντες Ἰερημίου τοῦ προεστῶτος, καὶ λέγοντες μυρίας βίας
περὶ τῆς ἀνατροπῆς τοῦ μοναστηρίου, περί τε τῶν τούτου χρεῶν
ἐπὶ τοῦ χρόνου τῆς διοικήσεως αὐτοῦ, καὶ ἀκούσας ὁ αὐτὸς μεγαλοπρ(επέστατος)
15ἀνὴρ τὰ παρʼ αὐτῶν λεχθέντα, μάλιστα ὅτι οὐκ ὑπάρχει σήμερον
τῷ μοναστηρίῳ ἐκείνῳ εἷς ξέστης ἐλαίου, καὶ ἓν κνίδιον οἴνου,
καὶ δέκα ἀρτάβας σίτου ἠγανάκτησεν πάνυ κατὰ τοῦ αὐτοῦ Ἰερημίου,
καὶ οὐ συνεχώρησεν αὐτὸν ἀνελθεῖν μεθʼ ἡμῶν ἕως τῆς β̣α̣ν̣(  ) †,
ἀλλὰ ἀφῆκεν ἐν τῷ μοναστηρίῳ Ἀφροδιτοῦς, ἄχρι ἀποθέσεως
20τῶν λόγων αὐτοῦ σὺν Θεῷ μετὰ τὴν διοίκησιν τοῦ πρώτου μοναστηρ(ίου)
τῆς β̣α̣ν̣(  ). λοιπάζεται γὰρ ὁ λόγος αὐτοῦ τετρακοσία νομίσματα
μικρῷ ἢ πρός, ὑπὲρ μόνης τῆς διοικήσεως τοῦ μοναστηρίου
ἑνὸς ἐνιαυτοῦ τῆς πρώτης ἰνδ(ικτιῶνος), χωρὶς τῶν ἄλλων χρεῶν
τῶν δανιστῶν(*) συντείνοντων εἰς ἕτε[ρ]α τριακόσια δεκατέσαρ(α)(*) νο(μίσματα)
25καὶ κατʼ αὐτὴν ἡμέραν ἀντεπ[έ]ρασεν μετὰ τῶν θεοσεβεστ(ά)τ(ων)
ἀδελφῶν Ἰακώβου, Ἀγαθοῦ, Φοιβάμμωνος, βουλόμενος ἅμα αὐτοῖς
β̣ε̣ρ̣ε̣τ̣ο̣ι̣ς̣ προλαβεῖν ἐπὶ τὴν Ἀντινόου, καὶ πρὸς εἴδησιν τῆς
ὑμετέρας θεοφιλοῦς εὐτεκνίας ταῦτα γέγραφα, ἀνέρχεται δὲ
μεθʼ ἡμῶν Ἰερημίας, ὁ προεστὼς τοῦ μοναστηρίου Ἀφροδιτοῦς
30ἕως τῆς Ἀντινόου. ἀσπάζομαι πρὸ πάντων τὴν σὴν ἀδελφικὴν
θεοφιλίαν ἐν Κυρίῳ, μετὰ πάντων τῶν {των} σὺν αὐτῇ καὶ ἀγαπούντω(ν)(*)
αὐτὴν ἀδελφῶν. οἱ σὺν ἐμοὶ ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ·
τὸ μοναστήριον τ̣α̣ν̣τ̣ω̣ν̣ακαλῶς κεῖται. † Φαμενὼθ γ, ἰνδ(ικτιῶνος) β.
μὴ ὀλιγορήσῃ(*) δὲ ἡ ὑμετέρα θεοφιλία κατὰ τοῦ γραμματηφόρο(υ)·
35ἐπειδὴ ἐκράτησα αὐτὸν ἐνταῦθα ἄχρι παρουσίας τοῦ μεγάλ(ου) κόμι(τος),
καὶ εἶθʼ οὕτως ἀπέλυσα αὐτὸν πρὸς ὑμᾶς †
v,ctr
† τῷ τ̣ὰ πάντ(α) θεοφιλε(στάτῳ) πν(ευματ)ικῷ ὑιῷ ἀββᾶ Γεωργίῳ πρ\ο/εστ(ῶτι),
v,md
⳨ ἀββ(ᾶ) Ἀνδρέας ἐλεεινός.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar