P.Fouad I 86 TM Nr. 37231

Mesures de précaution à l'égard d'un moine intrigant

Aphrodites Kome (Antaiopolites) VI
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 133; X, S. 77; XI, S. 82; XII, S. 73 BL online
Bemerkungen Zum Ort vgl. BL VII, S. 58.
Inhalt Bericht, Johannes an Georgios, Intrigant, Umtriebe gegen das Kloster
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r

† γνωρίζο\μεν/ τῇ ὑμετέρᾳ πατρικῇ ἁγιοσύνῃ ὡς κατὰ τὴν εἰκάδα ἑβδόμην τοῦ
παρόντος μηνὸς Πέτρος ὁ Πενταπολίτης, ἐπιστὰς τῷ εὐαγεῖ μοναστηρίῳ
Ἀφροδιτοῦς ἀπὸ τῆς Ἀντινόου, ἐπιδέδωκεν τῷ θεοφιλεστάτῳ ἀββᾶ
Νόνᾳ γράμματα Μηνᾶ τοῦ Ἀρσᾶ, ἀπαντήσαντος αὐτῷ κατὰ τὸν Παβεείτ,
5περιέχοντα αὐτὰ τὰ γράμματα ὅτι ποίησον ἀγαπὴν εἰπεῖν τῷ θεοφιλεστάτῳ
ἀββᾶ Ἀνδρέᾳ ὅτι προλαμβάνω καὶ ἀνέρχομαι εἰς Ἀντινόου καὶ πάντα τὰ
καινότερα μανθάνων γράψω ὑμῖν. οἶδεν γὰρ ἡ ὑμετέρα ἁγιοσύνη τοὺς
τρόπους τοῦ ἀνδρός, καὶ κὰν(*) μὴ γράψωμεν μάλιστα ὅτι οὐ μετρίως ἐλύπησεν ἡμᾶς
τὸ ἐμπόδιον τῆς ἀνόδου αὐτῆς· ἐὰν γὰρ εὕρῃ παρρησίαν πρὸς τὸν ὑπερ-
10φυέστατον στρατηλάτην καὶ ὕπατον, οὐκ ἔχει ἡσυχάσαι, ἀλλὰ καὶ γονιορτὸν(*) ἐγερεῖ
πάντως κατὰ τῶν μοναστηρίων καὶ καθʼ ἑνὸς ἑκάστου ἡμῶν. πρὸ πολλῶν δὲ
οὐ πάνυ ἡμερῶν ἤμεθα γράψαντες τῷ θεοσεβεστάτῳ ἀββᾶ Μηνᾷ τῷ τοῦ οἰκονόμου
λαβεῖν γράμματα παρὰ τοῦ λαμπρο(τάτου) κυρίο[υ] κομιτατου(*) Τζανκη πρὸς τὸν
[με]γαλοπ[ρ]ε(πέστατον) Πετέχωντα, ὑπομιμνῄσκοντα αὐτὸν περὶ τῶν κακῶς πραχθέντων
15[ὑπὸ   ̣  ̣  ̣  ̣  ̣ μ]ετὰ Πελαγίου τοῦ μαγ̣ι̣[στέρου] ἐν Λίνου πόλει κατὰ τὸν πέρυσι χρόνον,
ἵνα μὴ εὕρῃ παρρησίαν, καὶ μ[έχρι τ]ῆς δεῦρο οὐδὲ ἀπόκρισιν ἐδεξάμεθα
περὶ τούτου. παρακληθῇ οὖν ἡ ὑμ[ετέ]ρα πατρικὴ θεοφιλία κατὰ νοῦν ἔχειν
περὶ τούτου πρὸς τῷ τῇ ὑμετέρᾳ σπουδῇ περιαιρεθῆναι τὸν ἀνόσιον ἐκ τῶν
μοναστηρίων ἡμῶν. ταῦτα γράφοντες, πλεῖστα προσκύνομεν καὶ ἀσπαζόμεθα
20τὴν ὑμετέραν πατρικὴν ἁγιοσύνην, περιπτυσσομένοι αὐτὴν τῇ τοῦ Πνεύματος
ἑνώσει †
v,ctr
δεσπό(τῃ) ἡμῶν ὡς ἀληθ(ῶς) τὰ πάντα θεοφιλεσ(τάτῳ) κ(αὶ) ἁγιοτ(άτῳ) πατρ(ὶ) ἀββᾶ Γεωργίῳ προεστ(ῶτι) μο(ναστηρίου) Μετανοίας,
v,md
† Ἰωάν̣ν̣η̣ς̣ ἐλεειν(ὸς) προσκ(υνητός).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar