P.Fouad I 85 TM Nr. 37230

Lettre de Paul à son frère

Ort unbekannt VI - VII
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XI, S. 82
Inhalt Brief (privat), Paulos an seinen Bruder
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
εἰ εἴδειν(*) ὅτι οὕτως ἤμελλες(*) κ(α)ὶ σεαυτω?ͅ καὶ καμοὶ(*) καταστρέφειν καὶ εἰς ὑπόλυμψειν(*) καὶ εἰς ὑπόστασειν(*)
οὐκ ἂν οὔτε ἐπεὶ(*) Ἀλεξάνδρειαν οὔτε ὅλως ἠξείουν(*) σε λόγου \τοῦ τυχόντος/. οὔπω λέγω περὶ ὑποστάσεως
καὶ ὑπολύμψεως(*). ἀληθῶς καλῶς τραγοιδοῦσίν(*) σε καὶ ἐνταῦθα κ(α)ὶ ἐκεῖθε. οὐθὲν λείπει
εἰ μὴ τό σε ἐλθεῖν κ(α)ὶ εὑρεῖν τὸ ἀκκούβιτον ἐστρωμένον. ἐὰν ἀπέλθῃς εἰς Ἀντινόου
5εὑρίσκεις τὴν Πεταμηναρίαν, ἐὰν εἰς Ἀλεξάνδρειαν Σωσάνναν, ἐὰν εἰς Ἡρακλέους
Οὐρανίαν, ἐὰν εἰς τὴν πόλιν σου τὴν Κονδηταρία̣ν. λοιπόν, ὡς οἶδες(*), καλὴν σπάθην
φέρε μετὰ σεαυτοῦ ἵνα ἀπαλλάξῃς με τῆς νῦν ζωῆς. μὰ τὸν γὰρ Θεὸν ἦλθον οἱ
παρε̣ι̣[σ]τ̣οῦντές(*) σ̣ε κ(α)ὶ δέδωκα τὰς ἐγγύας κ(α)ὶ οὐκ ηὗρον ἐὰν ἅμ̣α̣ [ὁ]λοκότινον(*) δοῦν[α]ι λόγῳ
σπουρτούλου(*). οὔπω λέγω περὶ ἀναλωμτων(*) Ἀλεξανδρείας κα(ὶ) τάξεως. λοιπὸν καὶ κὰν(*) νῦν
10ὡς θέλεις σπούδασον ἀπελθεῖν πρὸς τὴν γαμετὴν τοῦ κυρίου μου̣ θ̣ίου(*)· παρεκλήθη γὰρ
παρʼ ἡμῶν ἐνταῦθα μετὰ Μαρίας τῆς ἀδελφῆς Θέονος τοῦ γαμροῦ(*)· \κ(α)ὶ/ μὴ ἀμελήσῃς
τοῦτο ποιεῖν· ὑπέσχετο γὰρ ἢ παρασκεύασαι α̣ὐτὴν διαλύεσθαι ἢ ἐπεὶ(*) τοῦ ἄρχοντος τὰ
τῆς ὑποθέσεως ῥιφῆν̣αι, καὶ κὰν(*) μὴ ποιήσῃ \αὐτὴν/ σπούδασον αὐτὸς ἢ διὰ Κλητικοῦ ἢ διὰ φίλων
μεσητια(*) φυλάξαι τὴν δίκην. ἐνταῦθα διὰ τὸν Θεὸν ἤδη δέδωκα ἐννήα(*) χρύσινα
15ἀ̣γου̣σ̣ταλειανοῖς(*). φεῖσαι σεαυτοῦ καὶ τῶν παιδίων σου· ἐγ̣ὼ̣ γὰρ οὐ πάντως μένω. λοιπὸν
σκόπησον ἤτοι διὰ φίλων ἤτοι διὰ ὀνῆ̣[ς κα]ὶ̣ ὀ̣ν̣ό̣ματος Θεοδώρου εἴτε διὰ
v
Κλητικοῦ εἴτε διὰ οἱονδηποτεοῦν(*) πράγμ[ατο]ς ἀπαλλάξαι σεαυτόν. καὶ γ̣[ὰ]ρ ὁ κύριος Νόννος
ἔγραψεν ἤδη πρὸς ἡμᾶ̣ς ἵνα τοῦτο ποιήσῃ κ(α)ὶ ὑ̣περθῆτε(*) τὸ πρᾶγμα· ἐὰν δὲ πάλιν μαθῇς
ὅ̣τ̣ι̣ ο̣ὐ̣κ̣ ἐ̣δυνήθης ταχέως κ̣α̣τ̣ά̣λα̣βε μετ̣α̣δίδων μοι τὸ πρᾶγμα καὶ ὁ Θεὸ̣ς̣ δ̣  ̣  ̣  ̣κ̣ει
20μέντοι ἐκτὸς βλάβης πολλῆς ἢ φθανούσης εἰς ὑπόλυμψειν(*)
ἐπίδο̣ς̣ τ̣ῷ̣ δα  ̣  ̣  ̣η  ̣ω̣  ̣  ̣ε̣υ̣μ̣  ̣  ̣  ̣ κ(α)ὶ ἐν[α]ρέτῳ ἀδελφῷ Σαμουὴλ νοτ̣α̣ρ̣(ίῳ)
(παρὰ) Παύλου ἀδελφ(οῦ).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar