P.Fouad I 35 TM Nr. 20985

Procuration Relative A la gestion d'intérêts privés et a un procès

Oxyrhynchos 48, 21. Jan.
Material Papyrus
Inhalt Abschrift, Vertrag, Vollmacht, private Geschäfte, vor Gericht
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀντίγραφον. ἔτους ὀ̣γ̣δ̣ό̣ου Τιβερίου Κ[λα]υ̣δ̣ίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ̣ Α̣ὐτοκράτορος, Τῦβι κ̣ε, ἐν Ὀξυρύγχ̣ων̣
πόλει τῆς Θηβαίδος. ὁμολογ[εῖ Θαῆσι]ς Ἡρακλείου, μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Θαήσιος υἱοῦ Πετσίριο\ς/
τοῦ Σαραπίωνος, τῷ ἑαυτῆς ἀν[δρὶ] Πτολλίωνι Πτολεμαίου μητρὸς Σαραπιάδος, ἐν ἀγυιᾷ, συνεστακέ-
ναι αὐτὸν, κατὰ τήνδε τὴν [ὁμολογίαν], ἐκπράξα̣ντα(*) καὶ ἀπαι̣τ̣[ή]σαντα(*) καὶ τὰ ὀφιλόμενα(*) αὐτῇ ἐν Ὀ-
5ξυρυγχείτῃ καὶ Ἀυασείτῃ καὶ [Ἀρ]σινοείτῃ νομοῖς καὶ τ̣ο̣[ὺς ὑπάρχ]οντας αὐτῆι καρπ̣ο̣ύ̣ς̣, ὧ̣ν̣ ἐπιτρο-
πεύει τῆς τοῦ μετηλλαχότ[ος] αὐτῆς υἱοῦ Σαραπίωνος θυγατρὸς Ταθοωνᾶτος, οὐδέ̣π̣ω̣ οὔσης
ἐν ἡλικίᾳ, ἐν τῷ αὐτῷ Ὀασείτῃ νομῷ ἀγρῶν· ἔτι δὲ καὶ πωλειν(*) τοῖς προσελευσομένοις
τῷ ἀγορασμῷ, τῆς εὑρεθη[σο]μένης τιμῆς, τὰ ὑπάρχοντα τῇ Θαήσει, ἅπαντα ἢ μέρος
αὐτῶν, καὶ προδιαίρεσιν α[  ̣  ̣]ειν καὶ οἰκονομειν(*) περ[ὶ] αὐτῶν ὡς ἐὰν αἱρῆται, καθὰ καὶ
10αὐτῇ τῆι Θαήσει παρουσι(*) ἐξῆ̣ν̣· εὐδωκεῖ(*) γὰρ πᾶσι οἷς ἐὰν ὁ ἀνὴρ Πτολίων(*) περὶ τῶν κατὰ
τὴν σύστασιν οἰκονομή[σ]ῃ, ἐφʼ ᾧ ἀποκαταστήσει τῇ Θαήσει ἅπαντα, τῆς πίστεως
περὶ αὐτὸν οὔσης· ἔτι δὲ καὶ [ἐ]γδικήσαντα(*) τὰ ἐνεστῶτα αὐτῇ πρὸς̣ Θοῶνιν Θοώνιος
κ̣α̣ὶ̣ ἄλλους, μὴ ἐλαττουμ[έν]ης τῆς Θαήσιος ἐν τῇ πράξει ὧν ὀφίλει(*) αὐτῇ ὁ Πετσῖρις κατὰ
ἀσφάλειαν δραχμῶν [ὀγδοή]κοντα · κυρία ἡ συγγραφή.
15σημιώσεως(*) ἀντίγραφ[ον. ἔτους ὀγδόου] Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμαν[ικοῦ]
Αὐτοκράτορος, Τῦβι κε, δ̣ι[ὰ   ̣  ̣]ατου τοῦ σὺν Θέωνι τῷ προκεχειρισμένῳ ὑπὸ τ̣ῶ̣ν̣
μετόχων ἀγορανόμων κεχρημάτισται.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar