P.Fouad I 26 TM Nr. 11187

Petition to a Prefect

Ptolemais Euergetis (Arsinoites) 158 - 159
Andere Publikationen Z. 1-10: SB V 8252
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 132; X, S. 76; XI, S. 82
Bemerkungen Zur Datierung vgl. BL VI, S. 40. Rückseite: P.Fouad I 68. Zu Z. 6 vgl. CE 84, 2009, S. 276f., Anm. 31.
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Bryen, Violence in Roman Egypt (2013), S. 237, Nr. 53
Inhalt Eingabe an den Präfekten, Darlehen, Verletzung (Körper), Gewalt, Zinsen, Wucher
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Μάρκωι Σεμπρωνίωι Λιβελάρει(*)
ἐπάρχῳ Αἰγύπτου
παρὰ Φαρίω[ν]ος Εὐτυχοῦς τοῦ Ἡρα-
κλείδου τῶν ἀπὸ τῆς μητροπ[ό]λεως
5τοῦ Ἀρσινοείτου νομοῦ. οὗ ἀνέτινά(*) συ(*)
τῷ κυρίῳ βιβλιδίου καὶ ἔσχον ὑπʼ αὐτῶι
ὑπογραφῆς διʼ ἧς̣ ἀνεπέμφθην ἐν ἀριθμῷ
σλγ ἐπὶ Σεουήρῳ τῷ ἐπὶ τῶν κεκριμέ-
νων ἐλέγη ἡμεῖν(*)   ̣  ̣  ̣  ̣ ἀντίγρα-
10φον ὑπέταξα.
ἐπὶ(*) οὖν ω̣  ̣  ̣  ̣  ̣νη τοῦ
ἀντιδίκου μου Ἥρωνος Ἀματίου ἐξη-
γητεύσαν\τος/ τῆς Ἀρσινοειτῶν πόλεως
αὐθαδίᾳ καὶ βίᾳ πολὺ δυναμενος(*) ἐπὶ
15τῶν τόπων, καὶ̣ οὐ δυνήσομαι πρὸς
α̣ὐ̣τ̣[ὸν] ἐπὶ τοιούτοι\ς/ δικαστᾶς(*), ἐπὶ(*) πολὺ
δυνάστης ἐστίν. ἵνʼ εἰδῇς τὴν τοῦ Ἥρωνος
αὐθ[α]δια(*) Παυλ[ῖν]ός τις υἱου(*) γυμνασιάρ-
χου ἐνέτυχεν Ε̣ὐδώρῳ τῷ τῆς Θεμίστο̣υ̣
20καὶ Πολέμω[νος σ]τ̣ρατ̣η̣[γ]ῷ ἐνκαλῶν τῷ
Ἥρωνι, καὶ ὁ [στρατη]γὸ[ς] μετεπέμψατο τὸ̣[ν]
Ἥρωνα καὶ [αὐθα]δ̣ῶς ἐχρήσατο καὶ
ὁ στατηγὸς(*) π̣[ερὶ α]ὐ̣τοῦ ὑπομνημα-
τίσατο(*). ἡγεμ[ὼν] κύριε, ἔδιξά(*) σοι
25τ̣ὴ̣ν̣ αὐθαδί[αν] τοῦ ἀντιδίκου· δέομαι,
κύ[ρι]ε τὸν σω[τ]ῆρα τῆς Αἰγύπτου, ἀκοῦ-
σαί μ[ο]υ πρὸς α[ὐ]τόν, ἱν(*) δυνηθῶ ἐν
τῇ ἰδ[ί]ᾳ μένειν. ἔστι δὲ ἀντίγραφον
ἀν̣[α]φορίου. Μάρκῳ Σεμπρω̣ν̣ι̣ῴ̣
30ἐπάρ̣χῳ Αἰγύπτου παρὰ Φαρίωνος
Εὐτυχοῦς τοῦ Ἡρακλείδου. τῆς ἐν-
φύτου σου εὐε[ρ]γεσίας, ἡγεμὼν κύριε,
εἰς πάντα ἐφθακυίης(*), καὶ αὐτὸς
πολλωταπῶς(*) βιαζόμενος καὶ ἀδι-
35κούμενος, ἔ̣[σ]π̣ε̣υσα ἐπὶ σὲ καταφυ-
γὼν τῶν δ̣ι̣καίων τυχεῖν. τὸ δὲ
πρᾶγμα τίθημει(*)· χρίας(*) μοι γενομέ-
νη[ς], ἐδανισάμην παρὰ Ἥρωνος Ἀματί-
ου ἐξηγητ\ε/ύσαντος τῆς Ἀρσινοειτῶν
40πόλεως ἀργυρίδιον κατὰ διαφόρους
χρόνους· ὥστε τῷ τῆς ἀρχῆς ἀξιώ-
ματι πεποιθώς, πολὺ ἐπὶ τῶν τόπων
δυνάμενος, συνεχῶς ὑρβρις(*) καὶ ἀ-
δικίας μοι ἐπάγει, καίτοι πληροφορού-
45μενος οὓς κατὰ βίαν ἠνήνκασέ(*) με
ὑποσχέσθαι τόκους στατηριαίους, ἥτι-
νες(*) ὑπερέβαλεν(*) τὰ κεφάλεα(*) σχεδὸ-
ν καὶ ἡμιώλιον(*). οὗ χάριν κινδυ-
νεύω καταλείπων μεταναστήσεσ-
50θαι. ὅθεν ἐπὶ σὲ τὸν πάντων σωτῆ-
ρα καταφυγὼν καὶ ξιῶ(*) ἐάν σοι τῇ τύ-
χῃ δόξῃ διακοῦσαί μου πρὸς αὐτὸν ὅπω[ς]
ἃ κομισατε(*) παρʼ ἐμοῦ συνλογήσατε(*)
καὶ ἐὰν φανῇ ἐκ τοῦ λόγου συνάρσεως
55δικαίως ὀφιλόμενα(*) αὐτῷ ἀπολαβῇ
ἱν(*) δυνηθῶ διὰ τῆς σῆς εὐεργισίας(*) τυχεῖν.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar