Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ῥόδων Παραμόνωι χαίρειν καὶ τοῖς παιδαρίοις. ἠ̣γ̣ό̣ρ̣ασσταί(*) σοι μέλιτος χο(ῦς) γ. γράψον οὖμ(*)
μοι τίνι δεῖ ἐπιθεῖναι αὐτό. καὶ περὶ τοῦ στρώματος, δόντες ἀρραβῶνα μικροῦ ἀπε-
βάλομεν. γράψαντος γὰρ Ζήνωνος Ἰάσονι δο̣ῦναι στρῶμα ἢ (δραχμὰς) λ, οὐκ ἔδωκεν. γρα-
ψάτω οὖν Ἀπολλοδώρωι τῶι ἐπὶ τῶν προβάτων δοῦναι ἔρια (δραχμῶν) λ, ἐγὼ δὲ ἀπέγνωσα
5ὧδε, ἵνα γένηταί σοι στρῶμα· ἐγὼ δὲ τὸ ἀνήλωμα δώσω. ἠγόρασται δέ σοι καὶ
τὸ ἱερεῖον εἰς τὰ Ἀρσινόεια (δραχμῶν) ιβ. σὺ οὖν ἔντυχε Ζήνωνι ἵνα, ὡς ἂν τὰ ἑαυτοῦ
κατάγωσιν, καὶ τοῦτο προσδέξωνται. ἐπ\ετ/ίθουν δὲ καὶ Μητροδώρωι τὰ γνά-
φαλλα, ὁ δʼ οὐκ ἔφη λήψεσθαι. ἐπιμέλου δὲ καὶ σαυτοῦ ἵνα ὑγιαίνηις. ἔρρωσο.
Φαρμοῦθι κα.
vμοι τίνι δεῖ ἐπιθεῖναι αὐτό. καὶ περὶ τοῦ στρώματος, δόντες ἀρραβῶνα μικροῦ ἀπε-