Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1
Πρωτάρχωι ἐπιμελητῆι
παρὰ Μεγχέους χρυσοχόου
τῶν ἐξ̣ Ὀ̣ξ̣υ̣ρ̣ύ̣γχων
τῆς Πολέμω̣νος μερίδος.
5Πτολεμαίου τ[ο]ῦ τελω-
νοῦντος τὴν χρυσοχοϊκην(*)
τοῦ νομοῦ εὑρόντες(*) με.
ἐγ(*) Κροκοδ̣ε̣ίλων πόλει καὶ
συκοφαντ̣ή̣[σα]ν̣τος οὐθέν μου
10προσοφείλοντος τῶι βασιλεῖ
καὶ προσλαβομένου συνερ-
γὸν Μενέλαον τὸν κατὰ
πόλιν καὶ ἀπαγαγόντω̣ν̣ μ̣ε
καὶ τὰς χεῖρας ἐπενεγ-
15κάντων(*) ὅ̣ν τε εἶχον ἐγδό-
σιμον(*) βῶλ̣ο̣ν ἀ̣ρ̣γ̣υ̣ροῦν καὶ
\κάθεμα/ οὗ ὁλκὴ (δραχμῶν) ρη ἀφελομέ-
νων μου [οὗ] παρατεθ̣ή̣σ̣[εται]
τὰ δίκαια, κατέστη̣ν̣ π̣[ρὸ]ς
20αὐτοὺς ἐπʼ Ἀσκληπιά[δην]
τὸν παρὰ σ̣[ο]ῦ καὶ ἐπὶ τούτ[ου]
ὡμολογηκότων αὐτῶν καὶ
εἰπάντων(*) ἀποδώσειν μοι
οὐ̣δʼ ἕως τοῦ νῦν ἀποδιδόασι.
25ἐγὼ δὲ περισπώμενος ὑπὸ
τοῦ κυρίου τοῦ ἀργυρίου οὐ δύ-
ναμαι ἐγδημῆσαι(*) ἀλλὰ
καταφθείρομαι ἀργῶν. ὅπως οὖν
δύνωμαι τ̣ὰ εἰς τὸ̣ βασιλικὸν
30τέλη ἀναπληροῦν, ἀξιῶ σε
δεόμενος μεταπεμψάμενον
αὐτοὺς ἐπηναγκάσαι(*) ἀπο-
δοῦναί μοι τὸ ἀργύριον. τούτου
γὰρ γενομένου ὢν ὑποτελὴς
35οὐκ ἀδικηθήσομαι ἀλλὰ τεύ-
ξομαι βοηθείας.
εὐτύχει.
παρὰ Μεγχέους χρυσοχόου
τῶν ἐξ̣ Ὀ̣ξ̣υ̣ρ̣ύ̣γχων
τῆς Πολέμω̣νος μερίδος.
5Πτολεμαίου τ[ο]ῦ τελω-
νοῦντος τὴν χρυσοχοϊκην(*)
τοῦ νομοῦ εὑρόντες(*) με.
ἐγ(*) Κροκοδ̣ε̣ίλων πόλει καὶ
συκοφαντ̣ή̣[σα]ν̣τος οὐθέν μου
10προσοφείλοντος τῶι βασιλεῖ
καὶ προσλαβομένου συνερ-
γὸν Μενέλαον τὸν κατὰ
πόλιν καὶ ἀπαγαγόντω̣ν̣ μ̣ε
καὶ τὰς χεῖρας ἐπενεγ-
15κάντων(*) ὅ̣ν τε εἶχον ἐγδό-
σιμον(*) βῶλ̣ο̣ν ἀ̣ρ̣γ̣υ̣ροῦν καὶ
\κάθεμα/ οὗ ὁλκὴ (δραχμῶν) ρη ἀφελομέ-
νων μου [οὗ] παρατεθ̣ή̣σ̣[εται]
τὰ δίκαια, κατέστη̣ν̣ π̣[ρὸ]ς
20αὐτοὺς ἐπʼ Ἀσκληπιά[δην]
τὸν παρὰ σ̣[ο]ῦ καὶ ἐπὶ τούτ[ου]
ὡμολογηκότων αὐτῶν καὶ
εἰπάντων(*) ἀποδώσειν μοι
οὐ̣δʼ ἕως τοῦ νῦν ἀποδιδόασι.
25ἐγὼ δὲ περισπώμενος ὑπὸ
τοῦ κυρίου τοῦ ἀργυρίου οὐ δύ-
ναμαι ἐγδημῆσαι(*) ἀλλὰ
καταφθείρομαι ἀργῶν. ὅπως οὖν
δύνωμαι τ̣ὰ εἰς τὸ̣ βασιλικὸν
30τέλη ἀναπληροῦν, ἀξιῶ σε
δεόμενος μεταπεμψάμενον
αὐτοὺς ἐπηναγκάσαι(*) ἀπο-
δοῦναί μοι τὸ ἀργύριον. τούτου
γὰρ γενομένου ὢν ὑποτελὴς
35οὐκ ἀδικηθήσομαι ἀλλὰ τεύ-
ξομαι βοηθείας.
εὐτύχει.