Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Würzb. 6 TM Nr. 5534

Eine Sechszeugenurkunde über Rückzahlung einer Schuld

Theadelphia (Arsinoites) 102 v.Chr., 10. Juli
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XII, S. 290 BL online
Bemerkungen Zur Datierung vgl. ZPE 125, 1999, S. 214.
Inhalt Urkunde (Sechszeugen), Rückzahlung, Schuld, Artaben, Zinsen, Namen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,int
Δημήτριος Τρύφωνος
vac. ?
r,ext
βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐευεργέτιδος(*) καὶ Πτολεμαίου
τοῦ ἐπικαλου(μένου) Ἀλεξάνδρου θεῶν Φιλομητόρων ἔτους πεντεκαι-
[δε]κάτου τοῦ καὶ δωδεκάτου, ἐφʼ ἱερέως Ἀλεξάνδρου κ[αὶ τῶ]ν
5[ἄλ]λων τῶν γραφομένων ἐν Ἀλεξανδρείαι, μηνὸς Λώ[ι]ου ἕκτηι καὶ
εἰκάδι Παῦνι ἕκτηι καὶ εἰκάδι ἐν Θεαδελφείαι τῆς Θεμίστου
μερίδος τοῦ Ἀρσινοίτου νομοῦ vac. ? ὁμολογεῖ Δημήτριος
Τρύφωνος Μυσὸς Χαίρωνι τῶι καὶ Μενχεῖ Πασίωνος τοῦ καὶ
Πάσιτος καὶ τῶι τούτου υἱῶι Πασίωνι τῶι καὶ Πάσιτι καὶ τῆι
10τοῦ Χαίρωνος γυναικὶ Φιλουμένηι Ἀπολλωνίου μετὰ κυρίου
τοῦ ἀνδρὸς Χαίρωνος τοῦ προγεγραμμένου ἀπέχειν παρʼ αὐτῶν
ἃς ὠφειλοσαν(*) αὐτῶι κατὰ συγγραφὴν δανείου ἑξαμάρτυρον
πυρῶν ἀρτάβας δέκα \δύο/ σὺν ἡμιολίαι καὶ τὰ των(*) προ[γ]εγενη-
μένα διάφορα καὶ μηθὲν ἐγκαλεῖν αὐτοῖς ὑπὲρ το[ύ]των
15καὶ μὴ ἐξέστωι(*) Δημητρίωι μηδὲ τ[οῖ]ς παρʼ αὐτοῦ
μηδʼ ἄλλωι περὶ αὐτοῦ μηθενὶ ἐπελθεῖν ἐπὶ Χαίρωνα
μηδʼ ἐπὶ Πασίωνα τὸν υἱ[ὸν] μηδʼ ἐπὶ Φιλουμέν[ην] μηδὲ
ἐπὶ τοὺς παρʼ αὐτῶν περὶ τῶν π[ρ]ογεγραμμένων π̣[υρο]ῦ̣ ἀ̣ρ̣τ[α]β(ῶν)
δέκα δύο καὶ τῶν τούτων διαφόρων καὶ τῶν   ̣[  ̣]  ̣  ̣  ̣  ̣ν̣
20μηδὲ περὶ μέρους αὐτῶν μηδʼ ἐμποήσασθαι(*) κ[ατὰ μ]η-
θένα τρόπον μηδʼ [ἄ]λλου μηθενὸς ἁπλῶς [ὀ]φ̣ε̣ι̣[λ]ή̣μ̣[α]τ̣(ος)
μηδʼ ἐγκλήματος μη[δὲ] πράγμα[τος] ἐγγρ[άπτο]υ [ἢ]
ἀγράπτου τῶν γεγονότ[ω]ν   ̣  ̣[  ̣]  ̣ιπρος  ̣ ε  ̣  ̣  ̣[  ̣  ̣  ̣]
χρόνων ἕως τῆς ἐν τῆιδε τῆι ὁμολογίαι γεγραμμέν[ης]
25ἡμέρας. ἐὰν δʼ ἐπέλθηι ἢ ἐγκαλέσηι περί τινος   ̣  ̣  ̣[  ̣]  ̣  ̣  ̣
πρ[  ̣  ̣  ̣]  ̣ι  ̣  ̣ ἥ τʼ ἔφοδος ἄκυρος ἔστωι(*)καὶ προσαπο-
δι[σάτωι](*) τοῖς προγεγραμμ[έ]νοις ἐπίτιμον χαλκο[ῦ]
τάλαντα [ε]ἴκοσι καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν τὸ ἴσον   ̣  ̣[  ̣  ̣  ̣].
[ἡ] συγγραφηι(*) κυρία. μάρτυρες· Ἀπολλώνιος Ἰσχυρίωνος   ̣[  ̣  ̣]
30[  ̣]  ̣  ̣  ̣[  ̣]  ̣  ̣  ̣  ̣εστος, Στάφυλος, Νικόστρατος   ̣  ̣  ̣  ̣ης ο̣ἱ̣ [ἕξ ,]
Μακεδόνες ὀγδοηκοντάρουροι. vac. ? συγγραφοφύλαξ Ἀπολλώ(νιος).
(hand 2) Δημήτριος Τρύφωνος Μυσὸς ὁμολογῶι(*) ἀπέχειν πα[ρὰ]
[Χαί]ρωνος τοῦ καὶ Μεγχείους καὶ τῆς τούτου γυναικὸς Φ[ι]λουμ[ένης]
[καὶ τ]οῦ τούτου υἱοῦ Πασίωνος τοῦ καὶ Πάσιτος ἃς ὠφειλ[ο]σαν(*)
35[κατὰ συγ]γραφὴν δανείου (πυρῶν) ἀ̣ρ̣[τάβας δέκα δύο σὺν] ἡμιολίαι
[  ̣  ̣  ̣  ̣ καὶ] τὰ τούτων πρ[ο]σγεγεν[ημένα διάφορα] καὶ μη-
[θεν ἐγκαλεῖν α]ὐτοῖς περὶ τούτων μ[ηδʼ ἐπ]ελ[θεῖν ἐπʼ] αὐτοὺς ἐν   ̣[  ̣]
[- ca.13 -]εμ̣ο̣ν̣ καθʼ ὁντ[ιν]οῦν τρόπον, καθότι
[πρόκειται κ]αὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ
40[Ἀπολλωνίωι.] ἔγραψεν Δωρίων Ἑρμ[ο]γένου ἀξιωθεὶς ὑπʼ αὐτοῦ
[διὰ τὸ μὴ εἰδ]έναι γράμ[ματα].
(hand 3) [Ἀπολλ]ών[ιος ἔχω κυρίαν.]
-- -- -- -- -- -- -- -- -- --
v
Traces (seal)
ἀποχ(ὴ) δα(νείου) Δημ[ητ]ρίου Τρύφ[ω]ν[ος πρὸς]
Χαίρωνα καὶ τὸ[(ν(?))] υ̣ἱ̣ὸ(ν) καὶ   ̣[ -ca.?- ]
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar