Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Oxy. XIV 1629 TM Nr. 5255

Lease of Catoecic Land

Oxyrhynchos 44 v.Chr., 26. Juli
Material Papyrus
Inhalt Vertrag, Pacht (Land)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
βασιλευόντων Κλε[ο]πάτρα[ς] καὶ [Π]τολεμαίου θεῶν Φιλο-
πατόρων ἔτους ὀ[γ]δόου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν
Ἀλεξανδρείαι γράφεται, μηνὸς Γορπιαίου καὶ Ἐπεὶφ (hand 2) κζ
(hand 1) ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ἐμίσθωσεν Θέων
5Θέωνος τῶν κ[α]τοίκων ἱππέων Ἀπολλωνίωι τῶι καὶ
Ἁρβίχει Ἀπολλωνίου τοῦ καὶ Ἁρβίχιος Πέρσηι τῆς ἐπιγονῆς
οἱ δ[ύ]ο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης τὸν ὑπάρχοντα
αὐ[τ]ῶι περὶ Παῖμιν κλῆρον ἀρουρῶν τριάκοντα , ὥστε
π[υρ]οσπορῆσαι μὲν εἰς τ[ὸ ἔ]νατον ἔτος τὸ ἥμισυ,
10τὸ δʼ ἄλλο ἥμισυ ξυλαμ[ῆ]σ̣[α]ι̣ ἀράκωι, ἐκφορίου [ἑκά]σ̣της
ἀρούρας τὴς μεν πυρ[ῶι πυ]ρ[οῦ] στερεοῦ ἀκρίθου ἀρταβῶν
ἕξ , τῆς δὲ ἀράκωι πυροῦ ὁμοίως στερεοῦ ἀκρίθου
ἀρ[ταβῶν   ̣  ̣  ̣  ̣ ὁμολ]ογεῖ δʼ ὁ Ἀπολλώνιος ἔχ̣ε̣[ι]ν̣ [π]α̣ρ̣[ὰ]
[τοῦ Θέωνος εἰς σπέρματα -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar