Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐν Θ̣μοιοβάστει φυλακιτῶν παραγενομένου πρὸς ἡμᾶς προεφέρετο γεγε-
νῆσθαί τινας λείας ἐπὶ τῆς βασιλικῆς ἅλω τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ε
τοῦ Παχὼν καὶ ὠιχῆσθαι(*) ἔχοντας εἰς (πυροῦ ἀρτάβας) ι̣δ καὶ τούτου τὴν ἀναζήτησιν ποιου-
5μένου μετὰ̣ τῶν φυλακιτῶν εὑρεῖν ἀπὸ τοῦ διενεχθέντος πυροῦ ἐν τῆι
Πετεσούχου τοῦ Ὥρου ο̣ἰκ[ί]αι εἰς (πυροῦ) μέτρα ὀκτώ , ἃ καὶ προέδωκεν Ἀγαθίδι φυλακίτηι
παρόντων καὶ̣ ἡμῶν, ὁμοίως δὲ καὶ ἐν τῆι Καλῆτος ἅλῳ εὑρεῖν εἰς πυροῦ μέ(τρα) ϛ
τεθαμνισμένα καὶ κατασφραγισάμενοι μετηνέγκαμεν εἰς τὸν βασιλικὸν θησ̣αυρόν.
ἐπεὶ οὖν ὅ τε Πετ̣εσοῦχος καὶ Καλῆς μεταλαβόντες ἀνακεχώρηκαν, ἀναφέρω, ἵνʼ εἰδῆις.
10ἔρρωσ(ο). (ἔτους) μ Παχὼν ιε