Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Μ[εγ]χεῖ κωμογραμματεῖ Κερκεοσίρεως
π[αρὰ] Ἀπολλοφάνους τοῦ Διονυσοδώρου
βα[σ]ιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς.
τῆι κ τοῦ Φαῶφι τοῦ ε (ἔτους)
5Νίκωνος τοῦ Ἀμεννέως τῶν
ἐκ τῆς αὐτῆς κώμης ἐγλύοντος
τ[ὰ] ἐν τῆι ἑαυτοῦ γῆι ὕδατα
κατακέκλυκεν ἀπὸ τῆς
ὑπαρχούσης μοι βασιλικῆς
10γῆς εἰς (ἀρούρας) β δ´ ὑπʼ ἀροσμὸν
[οὔσ]η̣ς ὥστʼ ἂν εἰς τέλος ἀπο-
στ̣ρ̣[ ̣ ̣ ̣ ̣ ̣]θ̣αι καὶ [ἐπιγε]νέσ̣[θαι]
μοι β[λάβο]ς εἰς (πυροῦ) (ἀρτάβας) κ. διὸ
ἐπιδίδωμί σοι ὅπως τοῦ ἐγκαλου-
15μέν[ο]υ προσκληθέντος ἐπαναγ-
κασθῆι ἀποδοῦναί μοι τὸ βλάβος,
ἐὰν δὲ ἀπειθῆι ὑποτάξαι
τοῦ ὑπομνήματος ἀντίγραφον
οἷς καθήκει ἵνʼ ὑπάρχηι μοι
20ἐν χρηματισμῶι καὶ μηθὲν
τῶι βασιλεῖ διαπέσηι.
——
[εὐτύχει. -ca.?- ]
π[αρὰ] Ἀπολλοφάνους τοῦ Διονυσοδώρου
βα[σ]ιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς.
τῆι κ τοῦ Φαῶφι τοῦ ε (ἔτους)
5Νίκωνος τοῦ Ἀμεννέως τῶν
ἐκ τῆς αὐτῆς κώμης ἐγλύοντος
τ[ὰ] ἐν τῆι ἑαυτοῦ γῆι ὕδατα
κατακέκλυκεν ἀπὸ τῆς
ὑπαρχούσης μοι βασιλικῆς
10γῆς εἰς (ἀρούρας) β δ´ ὑπʼ ἀροσμὸν
[οὔσ]η̣ς ὥστʼ ἂν εἰς τέλος ἀπο-
στ̣ρ̣[ ̣ ̣ ̣ ̣ ̣]θ̣αι καὶ [ἐπιγε]νέσ̣[θαι]
μοι β[λάβο]ς εἰς (πυροῦ) (ἀρτάβας) κ. διὸ
ἐπιδίδωμί σοι ὅπως τοῦ ἐγκαλου-
15μέν[ο]υ προσκληθέντος ἐπαναγ-
κασθῆι ἀποδοῦναί μοι τὸ βλάβος,
ἐὰν δὲ ἀπειθῆι ὑποτάξαι
τοῦ ὑπομνήματος ἀντίγραφον
οἷς καθήκει ἵνʼ ὑπάρχηι μοι
20ἐν χρηματισμῶι καὶ μηθὲν
τῶι βασιλεῖ διαπέσηι.
——
[εὐτύχει. -ca.?- ]