Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ἐλ(ήφθη) ἔτους νγ Τῦβι ιε.
(hand 2) Ἀμεννεῖ βασιλικῶι γραμματεῖ
παρὰ Πνεφερῶτος τοῦ Παοῦτος
τοῦ ἐξειληφότος τὴν ζυτηρὰν
5καὶ νιτρικὴν Κερκεοσίρεως τῆς
Πολέμωνος μερίδος εἰς τὸ νγ (ἔτος).
σαφέστερον μετειληφὼς τοὺς
ἐκ τῆς κώμης ὁμοθυμαδὸν
ἀντέχεσθαι τῆς σῆς σκέπης,
10καὶ αὐτὸς προθυμούμενος εἶναι
ἐκ τῆς οἰκίας διά τὸ μάλιστα
ἐπιβάλλειν προνοεῖσθαι τῶν
βασιλικῶν, ἀξιῶ συντάξαι
γράψαι Δημητρίωι τῶι τῆς
15κώμης ἐπιστάτει καὶ Νικάνορι
ἀρχιφυλακίτει(*) καὶ Μεγχεῖ κωμο-
γραμματεῖ καὶ τοῖς πρεσβυτέροις
τῶν γεωργῶν ἐπαναγκάσαι
τοὺς ἐκ τῆς κώμης κατακολου-
20θεῖν τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς
ὅπως δύνωμαι τὰ καθήκοντα
ἀπευτακτεῖν. εὐτύχει.
——
(hand 3) Μεγχῆι κωμογρ(αμματεῖ). γενηθήτω
τῶι ὑποτελεῖ τὸ δίκαιον
25κατὰ τοὺς τῆς κώμης
ἐθισμούς. (ἔτους) νγ Τῦβι ιγ.
v(hand 2) Ἀμεννεῖ βασιλικῶι γραμματεῖ
παρὰ Πνεφερῶτος τοῦ Παοῦτος
τοῦ ἐξειληφότος τὴν ζυτηρὰν
5καὶ νιτρικὴν Κερκεοσίρεως τῆς
Πολέμωνος μερίδος εἰς τὸ νγ (ἔτος).
σαφέστερον μετειληφὼς τοὺς
ἐκ τῆς κώμης ὁμοθυμαδὸν
ἀντέχεσθαι τῆς σῆς σκέπης,
10καὶ αὐτὸς προθυμούμενος εἶναι
ἐκ τῆς οἰκίας διά τὸ μάλιστα
ἐπιβάλλειν προνοεῖσθαι τῶν
βασιλικῶν, ἀξιῶ συντάξαι
γράψαι Δημητρίωι τῶι τῆς
15κώμης ἐπιστάτει καὶ Νικάνορι
ἀρχιφυλακίτει(*) καὶ Μεγχεῖ κωμο-
γραμματεῖ καὶ τοῖς πρεσβυτέροις
τῶν γεωργῶν ἐπαναγκάσαι
τοὺς ἐκ τῆς κώμης κατακολου-
20θεῖν τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς
ὅπως δύνωμαι τὰ καθήκοντα
ἀπευτακτεῖν. εὐτύχει.
——
(hand 3) Μεγχῆι κωμογρ(αμματεῖ). γενηθήτω
τῶι ὑποτελεῖ τὸ δίκαιον
25κατὰ τοὺς τῆς κώμης
ἐθισμούς. (ἔτους) νγ Τῦβι ιγ.