Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐλ(άβομεν) (ἔτους) ε Φα[μ]ε[νὼθ ̣ ̣]
(hand 2) [Μαρρῆς] Μεγχεῖ χαίρειν. τῆς [παρὰ Ὥρου βασιλικοῦ γραμματέως]
ἐπιστολῆς περὶ ἧς δηλοῖ
[γεγο]ν̣έ[ναι] παραχωρήσεως Δ[ιονυσίωι Διονυσίου ὑπὸ Μενάνδρου τοῦ Πανταύχου]
5κληρον(*) περὶ Κερκεοσῖριν τὸ ἀν[τίγραφον ὑπόκειται.]
[(ἔτους) ε Φαμενὼθ ̣ ̣]
Ὧρος Μαρρεῖ χαίρειν. τῆς παρὰ Ἀριστίπ[που τοῦ πρὸς τῆι συντάξει τῶν κατοίκων]
ἱππέων ἐπιστολῆς περὶ ἧς δηλ[ο]ῖ γεγ[ο]ν[έναι παραχωρήσεως ὑπὸ Μενάνδρου]
Διονυσίωι Διονυσίου τὸ ἀντίγραφον ὑπόκειτ[α]ι.
10[(ἔτους) ε Φαμενὼθ] κβ.
Ἀρίστιππος Ὥρω[ι] χαίρειν. τοῦ δεδ[ο]μένου ἡμῖν ὑπομνή[ματος πα]ρὰ Διονυσίου
τοῦ Διον[υσίου Μακε]δόνος περὶ ὧν δηλοῖ παρακεχωρῆσθαι αὐτῶι ὑπὸ
Μενάνδρου τ[οῦ Πα]νταύχου κλήρου περὶ Κερκεοσῖριν τῆς Πολέμωνος μερίδος
ἀρουρ[ῶν] λδ ιϛ´ λβ´ [τὸ] ἀντίγραφον ὑποτετάχαμεν. καλῶς οὖν ποιήσεις συντάξας
15καὶ παρὰ σοὶ ἀναγράφειν εἰς αὐτὸν τὴν δηλ[ο]υμένην γῆν. (ἔτους) ε Φαμενὼθ κβ.
——
Ἀριστίππωι τῶν (πρώτων) φίλων καὶ πρὸς τῆι συντάξει παρὰ Διονυσίου τοῦ
Διονυσίου Μακεδόνος. παρακεχωρημένος τὸν Μενάνδρ[ο]υ τοῦ Πανταύχου
κλῆρον περὶ Κερκεοσῖριν τῆς Πολέμωνος μερίδος ἀρουρ(ῶν) λδ ιϛ´ λβ´, τ[ῶ]ν δὲ
πρὸς ταῖς γραμματε[ί]α[ι]ς ἀγνοούντων τὴν γεγονυῖαν οἰκονομίαν καὶ ἔτι
ἀναγραφόντων τὸν κλῆρον εἰς τὸν Μένανδρον, ἀξιῶ συντάξα[ι] γράψαι
20τῶι βασιλικῶι [γρα]μματεῖ ἵνʼ εἰδὼς ἀναγράφηι εἴς με τὰς σημαινομένας
ἀρούρ(ας) λ[δ] ιϛ´ λβ´ [ἵνʼ ὦ] πεφιλανθρωπημένος.
εὐτύχει.