Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Dion. 25 TM Nr. 3109

Prêt de blé

Hermopolis 104 v.Chr., 22. Dez.
Andere Publikationen P.Rein. I 26; M.Chr. 164
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XI, S. 127
Inhalt Vertrag, Darlehen, Weizen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
ἔτους ιδ τοῦ καὶ ια̣, Χ̣οιὰχ ϛ, ἐν Ἑρμ[ο]ῦ πόλει
τῆς Θηβαΐδος. ἐδά̣νεισεν Πασίων
ὃς καὶ Πᾶσις Πετε̣[ν]ε̣φώτου Πέρση̣ς
ἑκ̣ατόνταρχος τῶ[ν] τῆ̣ς Ἀσκληπιάδ̣ου
5ἡγεμονίας Ἀκωρ[ι]τ̣ῶν Διονυσίωι τ̣ῶι καὶ
Πλήνει Κεφαλᾶτο[ς] Πέρσηι τῆς ἐπιγ̣ο̣νῆς
καὶ τῆι τούτου γυν[αι]κὶ Ἰσιδώραι τῆι κ̣αὶ
Τάσιτι Ἑρμοφίλου τ̣ο̣ῦ καὶ Παχόϊτος κα̣ὶ τῆι
τοῦ προγεγραμμέ[ν]ου Διονυσίου μητ̣ρὶ
10Σαραπιάδι τ̣ῆι καὶ Σε̣ναβέλλει Ἡλιοδώρου τοῦ
καὶ Ἑριέως̣ ἀμφοτέ̣ρ̣αις Περσίναις, μετὰ
κυρίου αὐτ̣οῦ Διονυ[σ]ίου τοῦ καὶ συνδεδα-
νεισμένο̣υ̣, πυροῦ̣ στε(ρεοῦ) ἀρτά̣βας πεντήκοντα <τέσσαρας> ,
ἃς μεμέτρ̣η̣νται πα̣[ρʼ] α̣ὐ̣τοῦ, ἅμ̣α τῆι συγγραφῆι
15ταύτηι ἀνα̣φερομέν̣ηι, τόκων ἡμιολίων
πυρῶν ἀρτ̣ά̣βαις εἴκ̣[οσ]ι̣ [ἑ]π̣τά · τὸν δὲ πυρὸν
καὶ τὸν τόκ̣ον, τὰς π[ά]σ̣ας̣ [π]υ̣ροῦ σ̣τ̣ερεοῦ
ἀρτάβας ὀγδ̣οήκοντ̣α̣ μ̣[ίαν] , ἀποδότωσαν
οἱ δεδανε[ι]σ̣μ̣ένοι Πασίων[ι] ἢ τ̣οῖς παρʼ αὐτοῦ
20ἐμ(*) μηνὶ Λωί̣ωι ὅς ἐστιν Π[αῧν]ι̣ [το]ῦ̣ π̣ροκει-
μένου ἔτ̣ο̣υ̣ς ἄνευ δίκης κ̣αὶ κρ̣ί̣σεως
καὶ πάσης̣ κ̣ακοτεχ̣νίας, πυ̣ρ̣ὸ̣ν νέον στε(ρεὸν)
καθα(ρὸν) ἄδολ(ον) μέτρῳ τῶ̣ι πρὸς τὸ χα(λκοῦν) καὶ κατα-
στησάτωσα̣ν ἐπὶ τὸν̣ κ̣ατὰ τὴν Ἀκώριος
25ὅρμ̣ον τοῖς [ἰ]δίοις αὐτῶ̣ν̣ ἀ̣νη̣λώμασι Πασίωνι
ἢ τοῖς παρ̣ʼ α̣ὐ̣(τοῦ)· ἐὰν δὲ μ̣[ὴ ἀ]π̣οδῶσι καθʼ ἃ γέγρα-
πται, ἀπο[τ]ε̣ισάτωσ[αν] οἱ δ̣εδ̣α̣νεισμένοι
Πα̣σίωνι ἢ τοῖς παρʼ αὐ(τοῦ) τ̣[ιμ]ὴ̣ν̣ ἐ̣κ̣(άστης(?)) (ἀρτάβης(?)) χ̣α̣(λκοῦ(?)) (δραχμὰς(?)) τ̣[ρι]σ̣χ[ι-]
λίας̣ · καὶ ἡ̣ π̣ρᾶξις ἔστ̣[ω] Πασί\ωνι/ καὶ τοῖς παρʼ αὐ(τοῦ)
30τῶν κατὰ τ̣ὴν συγγρα(φὴν) ἔκ τε αὐτῶν τῶν
δεδανεισμ̣ένων, καὶ̣ ἐξ ἑνὸς καὶ ἐξ ὁπο̣τέρου
οὗ ἂν αὐτῶ̣ν αἱρῆται, κ̣αὶ ἐκ τῶν ὑπαρχ(όντων) αὐτοῖς
πάντων καθʼ ἅπερ ἐγ̣(*) δίκης· ἔγγυοι ἀλλή(λων)
τοῦ πυροῦ ἢ τ̣ῆς προγε[γ]ραμμένης τιμῆς εἰς
35ἔκτεισιν αὐ̣τοὶ οἱ καὶ δ[ε]δανεισμένοι· ἡ συγ-
γραφὴ ἥδε κ̣υρία ἔστω̣.
v,m1
δά(νειον) Πασίωνος τοῦ καὶ Πάσιτος̣
π̣ρ(ὸς) Δ̣ιονύσιον τ[ὸ]ν̣ καὶ Π̣λῆ̣ν̣[ιν]
[καὶ ἄλλους] (πυροῦ) στ[ε](ρεοῦ) (ἀρταβῶν(?)) πα̣.
v,m2desc
απαρχνι̣ος
Ἱπ[πον]ι̣\κ/
λ̣ο  ̣  ̣α̣ρχο̣υ̣  ̣μ
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar