Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Dion. 14 TM Nr. 3097

Prêt de blé

Akoris (Hermopolites) 110 v.Chr., 15. Okt.
Andere Publikationen P.Rein. I 14; M.Chr. 132
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XI, S. 127
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Keenan, Law and Legal Practice (2014), 2.1.2 (S. 39-41)
Inhalt Vertrag, Darlehen, Weizen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,ext
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων
Σωτήρων ἔτους ὀγδόου̣, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι
Ἀλεξάνδ̣ρου καὶ θεῶν Σωτήρων καὶ θεῶ̣ν̣ Ἀδελφῶ̣ν̣ κ̣[αὶ] θ̣εῶν̣
Εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν Ἐπιφαν̣[ῶν καὶ]
5θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπ[άτορος]
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων̣, [ἱεροῦ]
πώλου̣ Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου̣ β̣α̣σ̣ι̣λ̣[ίσσης]
Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικ[ηφόρου,]
ἀθλοφόρου Βερενίκης Εὐεργετίδος, φωσφόρου βασιλίσσης Κλ̣[εοπάτρας]
10θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, καν[ηφόρου]
Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεο̣π̣[άτρας θεᾶς Φιλο-]
μήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερε̣[ίας Ἀρσινόης]
Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρ̣[είαι, μηνὸς]
Δίου ἕκτῃ καὶ εἰκάδι, Θῶυθ ἕκτῃ καὶ εἰκάδι, ἐν Τήνε̣[ι τῆι καὶ]
15Ἀκώριος τοῦ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀ̣[σκληπιάδου]
Πέρσης τῶν Ἀπολλοφάνου καὶ Ἐξακο͂ντος(*) κατ[οί]κ̣ω[ν ἱππέων]
\⟦ Traces ⟧/ Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς π[υρο]ῦ [ἀρτάβας εἴκοσι ,]
ἃς ἐξιδίασται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, ἀρτάβαις δ[έκα · τὰς δὲ]
πάσας πυροῦ ἀρτάβας τριάκοντα ἀποδότω ὁ δε̣[δανεισμένος]
20Διονυσίωι ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι το[ῦ ὀγδόου ἔτους,]
πυρὸν νέον καθαρὸν καὶ ἄδολον, μέτρωι τῶ̣[ι πρὸς τὸ χαλκοῦν,]
καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρ̣μ̣[ον, ἄνευ δίκης]
καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας· ἐὰν δὲ μὴ [ἀποδῷ καθʼ ἃ]
γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Δ[ιονυσίωι τιμὴν]
25ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας κ[αὶ εἰς τὸ βασιλικὸν]
ἱερὰς ἀργυρίου τοῦ παλαιοῦ νομίσματος δραχ[μὰς ἑξήκοντα]
καὶ μηθὲν ἧσσον· ἡ δὲ πρᾶξις ἔστ̣ω Διονυ̣σ̣[ίωι τοῦ πυροῦ καὶ]
τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε α̣ὐ̣[τοῦ Διονυσίου]
τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχ̣ό̣ν̣[των αὐτῶι πάντων]
30καθʼ ἅπερ ἐγ(*) δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔ̣[στω. μάρτυρες· Διονύ-]
[σιος Π]τ̣ο̣λ̣ε̣[μ]α̣ίου Μακε[δ]ὼν ὑπ̣ηρέτ̣η̣ς τ̣άγμα̣το[ς, Ἀπολλώνιος   ̣  ̣  ̣  ̣  ̣,]
Δ̣ι̣[ονύσιος Ἀ]π̣ολλωνίου, Ἡ̣ρακλε̣ί̣δης Ἡρ̣ [ -ca.?- , Ἑρμόφιλος Ἀμμωνίου,]
οἱ τέσσαρες Πέρσαι τῶν ἀπὸ Κλεοπά̣[τρας κληρούχων, Πτολεμαῖος]
Ἀναξαγόρου Μιλήσιος. συγγραφοφύ̣[λαξ· Διονύσιος].
35(hand 2) Δ̣ι̣ο̣ν̣ύ̣σ̣ι̣ο̣ς̣ Κεφα̣λ̣ᾶ̣τ̣ος Πέρσης̣ τῆς̣ [ἐπιγονῆς ἔχω τὰς]
[τοῦ πυροῦ ἀρ]τ̣άβας τρι[ά]κοντ[α] κ̣[αθʼ ὅτι πρόκειται]
καὶ δέδωκα κυρίαν Διονυσίωι.
(hand 3) Διονύσιος ἔχω κυρίαν.
(hand 4) ἔτους η Θῶυθ κϛ ἐ̣ν̣ κώ̣μηι Τήνει το̣ῦ Μωχί(του)· ἀναγέγ̣[ρ(απται) διὰ Πτολεμαίου]·
r,int
40(hand 4) ἔτους η Θῶυθ κϛ· δά(νειον) Διονυσίου Ἀσκληπιάδου πρ(ὸς) Διον̣ύ̣σ̣ι̣ο̣ν̣ (πυροῦ) (ἀρταβῶν) λ·
ἀποδό(τω) Παῦ(νι) τοῦ η (ἔτους)· ἐπίτιμον τῆς (ἀρτάβης) (δραχμαὶ) Γ καὶ εἰς τὸ βασ(ιλικὸν) ἀ̣ρ̣[γ(υρίου)] (δραχμαὶ(?)) ξ.
v
(hand 5) Διονυσίου Διονυ̣σ̣ίου Διονυσίου Ἑρμοφίλου
Διονυσίου Ἀπολ̣λωνίου Ἡρακλείδου Πτολεμαίου
(hand 6) δά̣(νειον) Διον̣υ̣[σίου -ca.?- ]
45ἀποδό(τω) Π̣α[ῦνι -ca.?- ]

Apparatus


^ r,ext.16. l. Ἐξακῶντος
^ r,ext.30. l. ἐκ
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar