Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Dion. 13 TM Nr. 3096

Prêt de blé

Akoris (Hermopolites) 112 v.Chr., 4. Dez.
Andere Publikationen P.Rein. I 9
Material Papyrus
Bemerkungen Rückseite: P.Dion. 37.
Inhalt Vertrag, Darlehen, Weizen
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r,ext
βασιλευ̣ό̣ν̣τ̣ω̣ν̣ Κλεοπ̣άτρας καὶ Πτολεμαίου θεῶν Φι̣λ̣ομητόρων
Σ̣ω̣τήρων ἔ̣τ̣ους ἕκτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρ̣ο̣υ̣ κ̣α̣ὶ̣
θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν κα[ὶ] θεῶν Εὐεργε[τῶν κ]α̣ὶ θεῶν Φιλο̣-
πατόρων κα̣ὶ̣ [θεῶν Ἐ]π̣ιφανῶν καὶ θεοῦ Εὐπάτορος κα̣ὶ̣ [θε]οῦ Φιλομή̣[τ]ορος̣
5[καὶ θεοῦ] Φ̣[ιλοπάτορος] κ̣α̣ὶ̣ θ̣ε̣οῦ Εὐεργέτου̣ κα̣ὶ̣ θ̣ε̣ῶ̣ν̣ Φ̣ι̣λομητόρων Σωτήρων,
ἱερο[ῦ πώλου Ἴσιδος μητρὸ]ς̣ θ̣ε̣ῶ̣ν̣ με̣γά̣λης, στεφ̣α̣ν̣ηφόρου βασ̣ι̣λ̣ί̣σσης Κλεο-
[πάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρ]ου, [ἀθλοφόρ]ο̣υ̣
[Βερενίκης Εὐεργέτιδος,] φω̣σ̣φ̣ό̣ρ̣ο̣υ̣ β̣ασιλίσση̣ς̣ Κ̣[λεοπάτρας] θ̣ε̣ᾶ̣[ς Φ]ιλ̣ο̣-
μ̣ή̣τ̣ο̣ρ̣ο̣ς̣ Σ̣ω̣τ̣ε̣ί̣ρ̣α̣ς̣ Δ̣ι̣κ̣α̣ι̣ο̣σ̣ύ̣ν̣η̣ς̣ Ν̣ι̣κ̣ηφό̣ρ̣ο̣υ, κα̣ν̣η̣φ̣ό̣ρου Ἀ̣ρ̣[σινόης Φιλ]α̣-
10[δέλφου,] ἱερε̣ί̣α̣ς̣ Ἀ̣ρ̣σ̣ι̣ν̣ό̣η̣ς̣ Φ̣ι̣λ̣ο̣π̣ά̣τορ̣ο̣ς̣ τ̣ῶν οὐσῶν̣ ἐ̣[ν Ἀλεξανδρείαι,]
μ̣η[νὸς Αὐδναίου] ἑκκα̣ι̣δ̣εκάτηι̣, Ἁ̣θ̣ὺ̣ρ ἑκ̣κ̣α̣ι̣δ̣ε̣κ̣ά̣τ̣η̣ι̣, [ἐν κώμηι]
Τή̣[νει] τ̣ῆ̣ι̣ καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου, ἐ̣δ̣[άνεισεν Διονύσιος]
[Ἀπολλ]ω̣νίου Π̣έ̣ρ̣σ̣ης τῆς Ἀρτεμιδώρου̣ ἡγεμονία̣ς Ἀ̣[κωριτῶν]
[Διονυσίωι Κεφαλᾶ]τ̣ο̣ς̣ Π̣έ̣ρ̣σηι τῆς ἐπιγ̣[ο]νῆς π̣υ̣ρ̣ο̣ῦ στερεοῦ ἀ̣ρ̣τ̣ά̣β̣α̣ς
15[πε]ν̣τ̣ή̣[κοντα] π̣έ̣ν̣τ̣ε̣ , ἃ̣ς̣ ἐ̣κ̣τ̣ε̣τ̣α̣μ̣ί̣ε̣υ̣τ̣α̣ι̣ παρʼ αὐ̣τοῦ, τό̣κ̣ων ἡμιο-
λ̣ίων̣, [ἀρτά]β̣α̣ι̣ς̣ ε̣ἴ̣κ̣ο̣σ̣ι̣ ἑ̣πτὰ ἡ̣μ̣ί̣σει · τὸ̣ν̣ δὲ πυ̣ρὸν κα̣ὶ τὸν̣
τόκο̣ν, τὰς πά[σας πυροῦ] ἀ̣ρ̣τάβας ὀγδο̣ήκοντα δύο ἥμισυ , ἀπο-
δότω Διονύσιο̣ς̣ Κεφαλᾶτος Διονυσί̣ωι Ἀπολλωνίου ἢ τοῖς
παρʼ αὐτοῦ ἐν μην̣ὶ Λ̣ωίω̣ι ὅς ἐστιν Παῦνι τοῦ ἕκτου ἔτους,
20πυρὸν στερεὸν νέον καθαρὸν ἄδολο[ν], μέτρω̣ι τῶι πρ̣ὸ̣ς̣ τ̣ὸ̣
χαλκοῦν καὶ καταστησάτω ἐπὶ τ̣ὸν κατὰ τὴν Ἀκώρ̣ιος
ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰ̣ν δὲ μὴ ἀποδῷ καθʼ ἃ
γέγραπται, ἀποτεισάτω Διονύσιος Κεφαλᾶτος Διονυσίωι
Ἀπολλωνίου ἢ τοῖς παρʼ αὐτοῦ τι̣[μ]ὴ̣ν̣ ἑκάστη̣ς ἀρτάβης̣ [χ]αλκ[οῦ]
25δραχμὰς τρισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λ[ό]γον·
ἡ̣ δὲ πρᾶξις ἔστω Διονυσίωι Ἀπολλω̣ν̣ίου καὶ τοῖς παρʼ αὐτοῦ τῶν
κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διον̣υ̣σίου τοῦ Κεφαλᾶτος καὶ
ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐγ(*) δίκης·
ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυ̣ρες· Ἀλέξανδρος Πασ̣ίου,
30Ἀσκληπιάδης Διονυσίου, Τιμοκράτης Διονύσιος(*), Ἀπολλ[ώ]νιος
Πολυκράτου, οἱ τέσσαρες Πέρσαι τῆς ἐπιγονῆς, Ἀρίμμας Διονυσίου
Χ̣αριστήριος̣, Ἡρώιδης Ἡρακλείδου Ἀ̣λεξανδρεύς.
συγγραφ[οφ]ύλα̣[ξ· Ἀλέξανδρος].
(hand 2) [Διον]ύ̣σιος Κε̣φαλᾶτος̣ Πέρση̣ς̣ τ̣ῆ̣ς̣ ἐπι[γονῆς ἀπέχω τὰς]
35[ὀγδ]οήκοντ̣α̣ δ̣ύ̣ο̣ ἥμισυ ἀρτάβα[ς τοῦ στερεοῦ πυροῦ καὶ πάντα]
[ποιή]σωι καθʼ ὅτι πρόκειται καὶ δέδ[ωκα κυρίαν Ἀλεξάνδρωι].
(hand 3) [Ἀλέξα]ν̣δ̣ρ̣ο̣ς̣ ἔ̣χ̣ω̣ κ̣υρίαν. (hand 6) ἔτους ϛ̣ [Ἁθὺρ ιϛ ἐν κώ(μηι) Τήνει]
(hand 6) τοῦ Μ[ωχί(του)· ἀναγέγρ(απται) διʼ Ἀπολλωνίου]
r,int
βας Traces
Traces 1 line
41Traces τι(μὴ) Γ·
συγ̣γ̣ρ̣α̣φ̣ο̣φ̣ύ̣λ̣α̣ξ̣· Ἀ̣λ̣έ̣ξ̣α̣ν̣δ̣ρ̣ο̣ς̣.
v
(hand 5) Διονυσίου Ἀλεξάνδρου Τιμ̣οκράτου Ἀρίμματος
Διονυσίου Ἀσκληπιάδου Ἀπολ̣λ̣ωνίου Ἡρώι̣δου
45(hand 8) [Διον]υ̣σί̣ου τοῦ Ἀπολλωνίου.
νε̣
(hand 7) ἔτους ϛ Ἁθὺρ ιϛ· δά(νειον) Διονυ(σίου)
τοῦ Κεφ̣αλᾶ̣τος π̣υ̣ρ̣ο̣ῦ̣ (ἀρταβῶν(?)) [πβ 𐅵].

Apparatus


^ r,ext.28. l. ἐκ
^ r,ext.30. l. Διονυσίου
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar