Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Heid. VI 376 TM Nr. 3073

Enteuxis

Herakleopolites 220 v.Chr., 2. März
Material Papyrus
Inhalt Eingabe, Weinhändler, Nichterfüllung eines Kaufes
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- τὸ προ-]
γεγραμμένον πλῆθος. ἐὰν δέ τι ἀπολείπηι, προσδέξεται τῆς αὐτ̣[ῆς]
τιμῆς καὶ ἐπὶ τούτοις συνφωνησάντων ἡμῶν καὶ ἀρραβῶνά μου διδ[ό]ντο[ς]
\[χ]αλκοῦ/ δραχμὰς σ συνέταξεν παραριθμῆσαι Γλαύ⟦η⟧κηι τῆι γυναικὶ αὐτοῦ, ἃς καὶ
5εὐθέως ἔδωκα. τοῦ δὲ λοιποῦ τῆς τιμῆς κατέστησα ἀνάδοχον
Ἀμεννέα τινὰ τῶν αὐτόθι ἐνπόρων, ὃν καὶ αὐτὸς εἵλετο. ὃς ἀνεδέξατο ἀποδώ-
σειν αὐτῶι τὸ πρόσλοιπον ἕως τῆς λ τοῦ Μεσορὴ κομιζομένου μου τὸν οἶνον,
καὶ ἀπὸ τοῦ οἴνου τούτου εὐθέως ἐξενέγκας κερ(άμια) β κατεσφραγισάμην τό τε
ταμιεῖον καὶ τὴν κλεῖδα. ὑπογύου δὲ γενομένου τοῦ καιροῦ καὶ ἀποδι-
10δόντων ἡμῶν αὐτῶι τὸ λοιπόν, ὅπως κομισάμενοι τὸ φορτίον διατιθώμεθα, οὐ προσ-
έσχεν ποτὲ μὲν φάμενος πρῶτον τὴν συμβολὴν ποιήσεσθαί \με/, ποτὲ δὲ ἐξ ἐπι-
γραφῆς τε ἐωνῆσθαι, ταῦτα δὲ πράσσειν πρὸς τὸ καταφθεῖραί με καὶ μὴ βούλεσθαι
τὸν οἶνον ἀποδιδόναι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Πειθολάωι
τῶι στρατηγῶι ἀνακαλεσάμενον τὸν Κλεῖτον ἐπισκέψασθαι καὶ εἰάνπερ(*) φαίνωμαι
15ἐπὶ τούτοις ἐωνημένος ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὸν οἶνον. ἐὰν δὲ ἀντι-
λέγηι ἐξ ἐπιγραφῆς με ἠγορακέναι δοῦναί μοι τὰ πιστὰ ἐν τῶι Ἡρακλείωι
\καὶ τὸν οἶνον ἀποδοῦναι/, ὅπως ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τὸν πάντων βοιηθὸν(*) καὶ εὐεργέτην,
τύχω τοῦ δικαίου. εὐτύχει.
(hand 2) Ζωίλωι (hand 3) ἔφασαν μὴ ἐπιδη̣με̣ῖ̣[ν τὸ]ν̣ Κ̣λ̣εῖτον̣.
v
[ -ca.?- ]
στ̣[ -ca.?- ]
3aδιοτ̣[ -ca.?- ]
ουπ̣  ̣[ -ca.?- ]  ̣  ̣[ -ca.?- ]ν̣α̣  ̣  ̣  ̣  ̣αρρ̣  ̣[ -ca.?- ]  ̣  ̣  ̣  ̣ο̣ν̣τ̣α̣ τ̣ὴ̣ν τι̣μὴ̣ν̣
4a  ̣λλ̣ων̣
αλλ  ̣  ̣  ̣[- ca.12 -]  ̣  ̣  ̣  ̣δο̣κησα̣ι̣τ̣  ̣ν̣  ̣  ̣π̣ε̣ι̣ο̣τ̣  ̣  ̣μ  ̣ε̣  ̣τ̣ο̣ν̣  ̣  ̣  ̣ [ -ca.?- ]  ̣  ̣  ̣ ἐ̣ὰ̣ν̣ [δὲ] μ̣ὴ
5aἐφʼ οἷς [ -ca.?- ]  ̣  ̣  ̣εν ἐὰν δὲ μὴ
5ὀμόσηι, ἀπ̣[ο]τ̣[εισάτω   ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣η̣α̣  ̣ται  ̣αι̣[- ca.10 -]σαντα ἀνὰ κε̣ρ̣ά̣μ̣ι̣[ο]ν τόκ̣ο̣υ̣ (δραχμῶν) β ὥστʼ εἶν̣[αι τὸ]
6aα  ̣  ̣  ̣  ̣ται
διάφορον παρὰ του  ̣  ̣  ̣  ̣[- ca.20 -]  ̣  ̣αρ  ̣  ̣  ̣ασαι  ̣ ὅρκου. vac. ?
7a[ -ca.?- Ἀσ]κ̣ληπιάδου
(ἔτους) β Γ̣[ο]ρ̣π̣[ιαίο]υ̣ ιζ [Τῦ]β̣ι̣ ιζ παραγε̣νομ̣[- ca.11 -]   ̣  ̣εν̣[- ca.9 -]α̣λ̣εις ⟦ὅρκου⟧ ἐπακ̣ο̣λο̣υθ̣ῆσαι τῶι ὅρκωι
ἀπ̣ο̣  ̣[  ̣  ̣]  ̣  ̣[  ̣]  ̣  ̣  ̣  ̣ ἐὰ̣ν   ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣λ̣α̣βόντα π̣αρὰ τοῦ Κλείτου (δραχμὰς) Α̣ρ παρατ̣ε̣τ̣α̣  ̣  ̣α  ̣  ̣ν̣  ̣  ̣  ̣  ̣ι̣ο̣υ̣
9aμ̣ετρητὰς
((parens-punctuation-opening )) καὶ Κλεῖτο̣ν̣ ε̣ν̣  ̣  ̣τ̣ησ̣α̣ι̣ και α̣  ̣  ̣ι̣α̣σ̣η̣  ̣  ̣  ̣  ̣η  ̣  ̣  ̣  ̣ [  ̣  ̣  ̣]  ̣  ̣π̣α̣  ̣τ̣  ̣ς̣ ⟦αὐτοῦ⟧ αὐτ̣[ο]ῦ
10Τῦβι ιζ

Apparatus


^ r.14. l. ἐάνπερ
^ r.17. l. βοηθὸν
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar