Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
βασιλευοντος(*) Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων,
ἔτους ιε ἐφʼ ἱερείων(*) καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωὺθ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. vac. ? ἀπέδοτο Πετεαρσεμθεῦς Πανεβχούνιος τοῦ Τοτοέους Πέρσης τ[ῆ]ς
ἐπιγονῆς ὡς (ἐτῶν) με μέσος μελί(χρως) ὑποκλαστὸς ἀναφάλανθως(*) μακροπρόσω(πος) εὐθύριν οὐλὴ ὀδόντι ἀπὸ τῆς ὑπαρ[χ]ούσης
5αὐτῷ τε καὶ τοῖς ἀδελφοῖς τετάρτην μερίδα τῶν σφραγίδω(ν) γ, (μιᾶς) μὲν λεγομένης Ἁρμώνθου, γείτον[ε]ς
τῆς ὅλης γῆς νότου Χεσθώτου τοῦ Ἁρπαήσιος, βορρᾶ Παθώτου τοῦ Πανεμγεῦτος, ἀπηλι(ώτου) Πατοῦος τοῦ Φίβιο[ς] καὶ
τῶν ἀδελ(φῶν), λι(βὸς) περίχω(μα)· ἄλλης λεγομένης Σλήπιος, γείτονες τῆς ὅλης γῆς νότου καὶ βορρᾶ Πανᾶτος, ἀπηλι(ώτου) π[οτ]αμός,
λιβὸς Ἀραμήιτος· ἄλλης λεγομένης Τέλων, νότου καὶ βορρᾶ τὸ λοιπὸν τῆς γῆς, ἀπηλι(ώτου) ὁδὸς καὶ οἰκί[α], ὧν (τριῶν)
τὸ ἐπιβάλλον μοι τέταρτον, ὧν αἱ γειτνίαι πρόκεινται. vac. ? ἐπρίατο(*) Ἑτπεσοῦχος Νεχθανούφιος καὶ οἱ τούτου ἀδελφοὶ
10πρὸς χαλκοῦ ταλάντων δέκα . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων
Πετεαρσεμθεῦς ὁ ἀποδόμενος, vac. ? οὑς εδεξατο(*) Ἑτπεσοῦχος καὶ οἱ σὺν αὐτῷ ὠνουμενου(*) οἱ πριάμενοι.
Ἑρμίας ὁ παρὰ Πανίσκος(*) κεχρη(μάτικα).