Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[ ̣] ̣ ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣] ̣[ ̣ ̣ ̣] ̣[- ca.12 -] ̣[ ̣ ̣ ̣ ̣ ̣ ]
-- -- -- -- -- -- -- -- -- --
2χαίρειν καὶ ὑγιαίνειν.
[ ̣ ̣] ̣ωνίου ἀναπλέοντος ἀναγκαῖο̣ν ἔγνων ἀ[σπ]ά-
[σα]σθαί σε διὰ γραπτοῦ καὶ παρακαλέσσαι(*) σε γράφειν
5μ̣ο̣ι περὶ ὧν ἐὰν θέλῃς. ἥδιστα γὰρ ποιήσωι(*). τῶι
ἀδελ(φῷ) σου κατὰ ἑκάστην ἡμέραν παρεδρεύωι(*),
μὴ θέλει̣ ἐπιστολάς σοι πέμψαι. τὸ δῖγμα(*) τοῦ
[ἐ]ριδίου δῖξον(*) Φιλοῦτι καὶ γράψον μοι ἠ(*) ἀρέσ-
κει αὐτῆι ἢ οὔ. πείθομαι δὲ μᾶλλον ἀρέσσειν(*).
10πᾶσαν γὰρ ἐργασίαν ἔδωκα ἐκτὸς τοῦ καὶ ξενικὸν
δεῖγμα δεδωκέναι τῶι βαφεῖ, καὶ ὅμως κάλλιον
τοῦτο ἐξεβηι(*). τὰ ἄλλα σεατοῦ(*) ἐπιμελοῦ ἵνα ὑγιαίν\ῃς̣/.
\καὶ/ γρά\ψον/ ⟦μοι⟧ \μ̣οι/ ἀντιφωνήσεις τῶν πρώτων. ὑγίαινέ μοι
ψυχῆι. ἔρρωσο.
15(ἔτους) α Τιβερίου Καίσαρος Σεβαστοῦ. Παχὼν κϛ.
v-- -- -- -- -- -- -- -- -- --