Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1ἀδελφῆς μ[ου ο]ἴνου κεράμια ἑξή̣[κοντ]α̣ [πέ]ν̣τ̣ε̣ κ̣α̣ὶ̣ δραχ[μὰς δέ]κ̣α τ[ὸ]ν̣
δὲ οἶνον ἠγόρασας ἐκ (δραχμῶν) ἕξ , ὑπὲρ ὧν καὶ ἔθου χειρόγραφον [διὰ Ἀρ]τεμᾶτός
μοι περὶ τοῦ αὐτὸν τὸν Ἀντᾶν ἀποστήσειν διὰ τὸ κ ̣[- ca.9 -]κέναι
ὡς καὶ ὑπέσχου διὰ τοῦ πολειτάρχου(*) Θεοφίλου, μ[ὴ ̣ ̣]νε̣[ ̣] ̣η[ ̣ ̣]να ἄνω-
5θεν γείνηται πάντα καὶ πάλιν ἑατοὺς(*) ἀνασκευάζωμε[ν] μὴ οὔσης
χρήας(*). οὐκ οἶδας γὰρ πῶς μοι ἐχρήσατο ἐν Ὀξυρύγχοις οὐχ ὡς λυσατι(*)
ἀλλʼ ὥς τινί ποτε ἀποστερητῇ μὴ ἀποδεδωκότι. ἐρωτῶ οὖν σε
μὴ ἄλλως ποῆσαι(*), οἶδα δὲ ὅτι πάντα καλῶς ποήσεις(*)· οὐ θέλω
γὰρ ἀμφισβήτησιν πρὸς σὲ ἔχειν φίλον μου ὄ[ν]τα. ἀ[σ]πάζου πάντας
10τοὺς σοὺς καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς. ἔρρωσο.