Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Mich. I 57 TM Nr. 1957

Letter from Lysanias to Theophilos

Arsinoites 248 v.Chr., 4. Juli
Material Papyrus
Bemerkungen Datierung nach dem makedonischen Regierungsjahr.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Scheuble-Reiter, Katökenreiter (2012), S. 48 (Z. 9-15)
Inhalt Brief (privat), Lysanias an Theophilos, Gerichtsfall
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Λυσανίας Θεοφίλωι χαίρειν. οἶμαι μέν σε οὐκ ἀγνοεῖν τ̣ὴ̣ν ἡμετέραν φιλοτιμίαν καὶ προθυμίαν εἰς σέ, καὶ ἐξ ἀρχῆς δὲ
ὥς σου προέστημεν, ἰδόντες δέ σε ὑπὸ Δημέου συκοφαντούμενον καὶ ὃν τρόπον ὑπὸ τῶν περὶ τὸ συνέργιον
συνεργούμενον εἰς τὸ κατακρεῖναί(*) σου ἀδίκως, καὶ Ἀλκέτου δὲ τοῦ ἀδελφοῦ σε ἐγγυησ̣α̣μένου ἐ-
νοχληθέντος αὐτοῦ τε καὶ τῶν φίλων κατὰ σύμβολον παρέξεσθαι εἰς κρίσιν ἐν ἡμέραις πέντε ἢ ἀποτίσειν
5τὸ ἐπικαλούμενον, σὺ δὲ οὕτως ὠλιγοψύχησας(*) ὥστ̣ε̣ κ̣αὶ ἐκχωρῆσαι ἄνευ ἡμῶν, πότερον, εἰ καὶ ὣς ἠβούλω(*) κατα-
πλεῖν, οὐκ ἂν καὶ ἐφοδιάσαντές σε καὶ συμβούλους αδ[  ̣]  ̣ε̣ρ̣ε̣σ̣οπηκτας ἔχοντα ἐπὶ τοὺς ἀντιδίκους καὶ τοὺς
περὶ τὸ συνέργιον ἀναπλεῖν· ἐδώκαμεν γὰρ ἄν σοι ὑποθέσεις διʼ ὧν οἱ ἀντίδικοι ἂν οἴμωζον. ἔτι οὖν καὶ νῦν
εἰ μὲν δύνῃ αὐτὸς ἀπὸ σαυτοῦ ἀπομεριμνήσας ἐντυχεῖν· οὐ γὰρ ἐπιτήδειον ἦν ἡμᾶς γράφειν, ἀκηκόαμεν δὲ
καὶ δυνατόν σε πορίσαι προστάγματα εἰς τ[ὸ] τ̣ιμωρηθῆναι αὐτούς. γίνωσκε οὖν ἐντυχόντος Δημέου Φανίαι κατὰ
10Ἀλκέτου ὅτι ἐγδεξάμενος Θεόφιλον \κατὰ σύμβολον/ παρέξεσθαι κρινόμενον οὐ παρέχεται καὶ Φανίου γεγραφότος Ἐπηράτωι
κατασχεῖν τὰ γενήματα Ἀλκέτου ἕως ἂν παραγενόμενος ἐπὶ τοῦ ἀριθμοῦ διακούσηι. σὺ οὖν πειρῶ πρὸ τοῦ
Φανίαν ἀναπλεῦσαι αὐτὸς φθάσαι καὶ προαναπλεύσας. εἰ δὲ μή, οὐ παρόντος σου κατακριθήσεται καὶ κινδυνεύσει ἀπο-
τῖσαι(*) Ἀλκέτας τὰς τ (δραχμὰς). ἀλλʼ εἰ μὲν δυνατὸν πρόσταγμα λαβεῖν, εἰ δὲ μή, αὐτὸς ἀνάπλευσον, ἵνα σύ τε καὶ Ἀλ-
κέτας ἀπολυθῆτε καὶ μὴ συμπέσῃ μὴ παρεχομένου σε ἐπὶ τῆς κρίσεως ἀποτίνειν τὸν Ἀλκέταν τὸ ἐπικαλούμε-
15νον, ὃ ἄνω σοι ὑπογέγραπται. καλῶς ἂν ποήισαις(*) παραγενόμενος ἐν τάχει.
ἔρρωσο. (ἔτους) λη, Παχὼς ιδ.
v
Θεοφίλωι. τῶι παρὰ Ἐπι-
στράτου.

Apparatus


^ r.3. l. κατακρῖναί
^ r.5. l. ὠλιγοψύχησας
^ r.5. l. ἠβούλου
^ r.12-13. corr. ex αποτ⟦ε⟧ισαι
^ r.15. l. ποιήσαις
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar